1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

86

ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε ἀπὸ τῶν ὀφθαλ μῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφ' ἡμᾶς." Ἠβουλήθη, φησὶν, ὁ ∆εσπότης Θεὸς δίκας ἐκείνοις εἰσπράξασθαι τῆς ἀσεβείας. Τοῦτο κἀκείνοις τὴν ἧτταν, καὶ ὑμῖν παρέσχε τὴν νίκην. Ὑμεῖς δὲ νε νικηκότες ἐπελήθητε τῆς συγγενείας, τὴν φύσιν εἰς νοῦν οὐκ ἐλάβετε, ἀλλ' ὡς βαρβάροις καὶ ἀλλοφύ λοις τοῖς ὁμοφύλοις ἐχρήσασθε. Καὶ οὐκ ἠρκέσθητε ταῖς μυρίαις σφαγαῖς, ἀλλὰ καὶ δουλεύειν τοὺς ὁμο γενεῖς ἀναγκάζετε. Μαρτύρομαι τοίνυν ὑμᾶς, ὡς χαλεπώτερα πείσεσθε. Εἶξαν οἱ ἄρχοντες τῷ προ φήτῃ· καὶ τῷ λαῷ παρῄνεσαν, καὶ θεραπείας τοὺς δορυαλώτους ἠξίωσαν. Ἐνέδυσαν γὰρ, φησὶ, τοὺς γυμνοὺς, καὶ ἀλοιφὴν αὐτοῖς προσήνεγκαν καὶ τροφὴν, καὶ τοῖς ἀσθενεστέροις ἔδωκαν ὑποζύγια, καὶ μέχρι τῆς Ἱεριχοῦς ἀπήγαγον πόλεως. Ἐπισημαντέον δὲ, ὅτι πόλιν φοινίκων τὴν Ἱεριχὼ κέ κληκε. "Κατέστησαν γὰρ αὐτοὺς, φησὶν, εἰς τὴν Ἱεριχὼ, τὴν πόλιν τῶν φοινίκων." Ἐδίδαξε δὲ καὶ τοῦτο ἡ ἱστορία, ὡς ἐπιμείναντες τῇ ἀσεβείᾳ παρ εδόθησαν τοῖς ἀλλοφύλοις, καὶ εἰς τὰς τούτων πόλεις ᾤκησαν οἱ πολέμιοι. "Ἐταπείνωσε γὰρ, φησὶ, Κύριος τὸν Ἰούδα, διὰ τὸν Ἄχαζ τὸν βασιλέα Ἰούδαἀνθ' ὧν ἀπεκάλυψεν ἐν τῷ Ἰούδα ἀσέβειαν, καὶ ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. Τὸ δὲ ἀπέκαμ ψεν, ἀντὶ τοῦ, ἐδίδαξεν αὐτὸν ἃ μὴ δεῖ. Ξένα γὰρ εἰσήγαγεν ἔθη, καὶ τοὺς τῶν ἄλλων ἐθνῶν θεοὺς παρ εσκεύασε σέβειν. Καλέσας δὲ τὸν Ἀσσύριον εἰς ἐπικουρίαν, διήμαρτε τῆς σπουδῆς. Τοῦτο γὰρ ἐπ ήγαγεν· "Οὐκ εἰς βοήθειαν αὐτῷ, ἀλλ' ἢ τοῦ θλι βῆναι αὐτόν." Καὶ ταύταις δὲ πάσαις ταῖς τιμω ρίαις ὑποβληθεὶς ἐπέτεινε τὴν ἀσέβειαν. Τοῦτο γὰρ ἔφη· "Καὶ προσέθηκεν Ἄχαζ ἀποστῆναι ἀπὸ Κυρίου. Καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ· Ζητήσω τοὺς θεοὺς ∆αμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι οἱ θεοὶ Συρίας κατισχύουσιν αὐτούς. Θύσω τοίνυν αὐτοῖς, καὶ ἀντιλήψονταί μου· καὶ ἐγένοντο αὐτοὶ αὐτῷ εἰς σκῶλον." Οὐ γὰρ μόνον οὐκ ἐπεκούρησαν, ἀλλὰ καὶ παντοδαπῶν αὐτῷ συμφορῶν ἐγένοντο πρό 80.852 ξενοι. Εἰς ἐσχάτην δὲ πονηρίαν ἐλάσας, "Καὶ τὰ ἱερὰ κατέκοψε σκεύη, καὶ τοῦ θείου ναοῦ τὰς θύρας ἀπέκλεισε, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλήμ." Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει κατηγορίαν. Τοῦτον ἀποθανόντα τῆς μετὰ τῶν εὐσεβῶν βασιλέων ταφῆς οὐκ ἠξίωσαν. Ἐζεκίας δὲ ὁ τούτου υἱὸς τὴν ἀκροτάτην κατώρθω σεν ἀρετήν. "Ἐποίησε γὰρ, φησὶν, Ἐζεκίας τὸ εὐθὲς ἐνώπιον Κυρίου, κατὰ πάντα ὅσα ἐποίησε ∆α βὶδ ὁ πατὴρ αὐτοῦ." Καὶ πρῶτον ἀνέῳξε τὰς θύρας τοῦ οἴκου Κυρίου, καὶ ἀπεσκεύασεν αὐτάς. Εἶτα τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας ἁγιάσας, ἐκκαθῆραι παρηγγύησε τὸν θεῖον ναόν. "Οἱ δὲ παραυτίκα ἐξέβαλον, φησὶ, πᾶσαν τὴν ἀκαθαρσίαν, τὴν εὑρε θεῖσαν ἐν οἴκῳ Κυρίου, εἰς τὴν αὐλὴν οἴκου Κυ ρίου· καὶ ἐδέξαντο οἱ Λευῖται ἐξενεγκεῖν εἰς τὸν χειμάῤῥουν Κέδρων ἔξω." Ἔπειτα τούτων γεγενη μένων τὰς νενομισμένας θυσίας προσήνεγκεν, οὐχ ὑπὲρ μόνων τῶν δύο φυλῶν, ἀλλ' ὑπὲρ τῶν δώ δεκα. "Ἐξιλάσατο γὰρ, φησὶ, περὶ παντὸς Ἰσραὴλ, ὅτι περὶ παντὸς Ἰσραὴλ εἶπεν ὁ βασιλεὺς προσενεχθῆναι τὰ ὁλοκαυτώματα, καὶ τὰ περὶ ἁμαρ τίας· καὶ ἔστησε τοὺς Λευΐτας ἐν οἴκῳ Κυρίου, αἰνοῦντας ἐν κυμβάλοις, καὶ ἐν κινύραις, καὶ ἐν ναύλαις, κατὰ τὴν ἐντολὴν ∆αβὶδ τοῦ βασιλέως, καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ, καὶ Νάθαν τοῦ προ φήτου· ὅτι δι' ἐντολὴν Κυρίου τὸ πρόσταγμα ἦν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ. Τοῦτο διελέγχει τῶν Ἰουδαίων τὴν ἀφροσύνην, οἳ τὸν μέγαν ∆αβὶδ προφήτην καλεῖν οὐκ ἀνέχονται. Ἐνταῦθα γὰρ ἡ Γραφὴ τῶν τριῶν μνημονεύουσα ἐπήγαγεν, "Ὅτι δι' ἐντολὴν Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προ φητῶν αὐτοῦ." Μετ' ὀλίγα δὲ ὁ λόγος αἰνίττεται, ὅτι καὶ ὁ Ἀσὰφ ὑμνοποιὸς ἐγεγόνει. "Εἶπε γὰρ, φησὶν, Ἐζεκίας ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες, τοῖς Λευΐταις, τοῦ ὑμνεῖν τὸν Κύριον ἐν λόγοις ∆αβὶδ, καὶ Ἀσὰφ τοῦ προφήτου." ∆ιδάσκει δὲ ἡμᾶς πά λιν ἡ ἱστορία, ὅτι τῶν ἱερέων οὐκ ἀποχρώντων ἀποδεῖραι τὴν ὁλοκαύτωσιν, ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγιάσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖ ται προθύμως ἡγιάσθησαν παρὰ τοὺς ἱερεῖς. Τοῦτο