1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

18

συνεχώρησεν ὁ Θεὸς, καὶ τὰς γυ ναῖκας αὐτῶν ἐξανδραποδισθῆναι, καὶ τὰ παιδία; Ἵν' ἀλγοῦντες τοῖς Ἀμαληκίταις ἐπιστρατεύ σωσι, καὶ τὴν πανωλεθρίαν αὐτοῖς κατὰ τὴν θείαν ἐπενέγκωσι πρόῤῥησιν· πρὸς δὲ τούτοις, καὶ ἵνα λείαν πλείστην λαβὼν πέμψῃ τοῖς ἀλλοφύλοις, καὶ εἰς εὔνοιαν αὐτοὺς ἀφελκύσηται πλείονα. Τὸ δὲ σύστρεμμα γαδδοὺρ ὃ Ἑβραῖος καλεῖ, ὃ ἑτέρωθι ἑρμηνεύεται πειρατήριον. Καλεῖται δὲ οὕτω τὸ λῃστρικὸν σύστημα. Τοὺς δὲ διακοσίους ἄν δρας, ἀτονήσαντας ἐκ τοῦ δρόμου, μεμενηκέναι φησὶν ὁ Ἀκύλας· οἷς πονηροί τινες οὐκ ἠβου λήθησαν ἀπονεῖμαι τὴν προσήκουσαν μοῖραν. Ἀλλ' ὁ δικαιότατος βασιλεὺς οὐ μόνον τότε δέδωκεν, ἀλλὰ καὶ νόμον τέθεικεν, ὥστε τοὺς σκευοφόρους τῶν ἴσων τοῖς παραταττομένοις μεταλαγχάνειν. Ἰστέον μέντοι, ὡς ὁ Ἀκύλας τῷ Ἑβραίῳ ἑπόμενος οὐ διεῖλεν ἀπὸ τῆς πρώτης τὴν δευτέραν τῶν Βασιλειῶν ἱστορίαν, ἀλλὰ μίαν τὰς δύο πεποίηκεν. 80.597

ΕΙΣ ΤΗΝ ∆ΕΥΤΕΡΑΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Τινὲς ἐπιμέμφονται τῷ ∆αβὶδ, ὡς πεφονευ κότι τὸν

μεμηνυκότα τὸν θάνατον τοῦ Σαούλ; ΑΠΟΚΡΙΣΙΣ. Θαυμάζειν οὖν, ἀλλ' οὐ ψέγειν, καὶ διὰ τοῦτο προσ ήκει, τὸν προφήτην καὶ βασιλέα. ∆υσμενοῦς γὰρ ἀν δρὸς ἀκούσας σφαγὴν ἐθρήνησεν· καὶ οὐ μόνον ἐθρή νησεν, ἀλλὰ καὶ πικρῶς ὠλοφύρατο· ὁ δὲ μεμη νυκὼς οὐδὲν ἠδικημένος ἐπετώθαζε τῷ θανάτῳ· καὶ ταῦτα οὐ μόνον τοῦ Σαοὺλ πεπτωκότος, ἀλλὰ καὶ τοῦ Ἰωνάθαν, ὃς ἀξιέπαινος ἦν, καὶ πλείστου στρα τοῦ σὺν ἐκείνοις. Ἔπειτα καὶ ψεῦδος τοῖς λόγοις προσέθηκεν, ἑαυτὸν σφαγέα τοῦ Σαοὺλ ὀνομάσας. Πρὸς δὲ τούτοις, καὶ Ἀμαληκίτης ἦν, καθ' οὗ ὁ τῶν ὅλων Κύριος πάλαι τοῦ θανάτου τὴν ψῆφον ἐξενη νόχει. Ἀξιάγαστα δὲ καὶ αὐτὰ τοῦ προφήτου τὰ ῥή ματα· "Πῶς γὰρ, φησὶν, οὐκ ἐφοβήθης ἐπενεγκεῖν τὴν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου; Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου· ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ, λέγον, Ἐγὼ τεθανάτωκα τὸν χριστὸν Κυρίου." ΕΡΩΤ. Βʹ. Τί ἐστι χλιδών; Κόσμος ἐστὶ χρυσοῦς, ἢ τοῖς βραχίοσι περιτιθέ μενος, ἢ τοῖς καρποῖς τῶν χειρῶν. Τοῦτο κἀν ταῦθα δεδήλωκε, καὶ τὸν χλιδόνα, τὸν ἐπὶ τοῦ βρα χίονος αὐτοῦ. Ὅθεν ὁ Ἀκύλας βραχιάλιον αὐτὸ κέκληκεν. ΕΡΩΤ. Γʹ. Τίνος χάριν ὁ προφήτης ἐπένθησεν; Πολλὰ τὸν θρῆνον εἰργάσατο. Τοῦ Ἰωνάθαν ὁ πό θος, ἡ περὶ τὸν λαὸν φιλοστοργία, τῶν δυσσεβῶν ἀλ λοφύλων ἡ νίκη· καὶ πρὸς τούτοις, τοῦ Σαοὺλ ἡ σφαγή. Ὃν γὰρ ᾐδεῖτο ζῶντα, πολλῷ μᾶλλον ἠλέει τεθνηκότα. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· "Καὶ ἐκόψαντο, καὶ ἔκλαυσαν, καὶ ἐνήστευσαν ἕως δείλης, ἐπὶ Σαοὺλ, καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐ 80.600 τοῦ, καὶ ἐπὶ τὸν λαὸν Ἰούδα, καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ." ΕΡΩΤ. ∆ʹ. Ποῖόν ἐστι τὸ βιβλίον τὸ εὐθές, ∆ῆλόν ἐστι κἀντεῦθεν, ὡς ἐκ πολλῶν προφητικῶν βιβλίων ἡ τῶν Βασιλειῶν ἱστορία συνεγράφη. Εἰ πὼν γὰρ ὁ συγγραφεὺς τὰ περὶ τοῦ θρήνου, προσ έθηκεν· "Ἰδοὺ γέγραπται ἐπὶ τοῦ βιβλίου τοῦ εὐ θοῦς." ΕΡΩΤ. Εʹ. Πῶς νοητέον, "Ἀκρίβασαι, Ἰσραὴλ, περὶ τῶν τεθνηκότων σου τραυματιῶν;" Μὴ σμικράν τινα, φησὶ, καὶ τὴν τυχοῦσαν ὑπο λάβῃς εἶναι τὴν γεγενημένην πληγήν· ἀλλὰ λόγισαι τίνες οἱ πεπτωκότες, ὅτι βασιλεὺς, καὶ βασιλέως υἱὸς, καὶ τῶν ὁμοφύλων οἱ ἄριστοι. Ὅτι δὲ σφό δρα αὐτὸν ἠνίᾳ τὸ πάθος, μαρτυρεῖ τὰ ἑξῆς· "Μὴ ἀπέλθετε γὰρ, φησὶν, εἰς Γὲθ, μηδὲ εὐαγγελί σησθε ἐν ταῖς ὁδοῖς Ἀσκάλωνος, ὅπως μὴ εὐφραν θῶσι θυγατέρες ἀλλοφύλων, μηδὲ γαυριάσωσι θυγα τέρες ἀπεριτμήτων." ΕΡΩΤ. ϛʹ. Τί δήποτε τοῖς ὄρεσιν ἐπηράσατο τοῖς Γελ βουέ; ∆ηλοῖ καὶ τοῦτο τὴν τῆς ὀδύνης ὑπερβολήν. Καθ άπερ γὰρ οἱ μόριόν τι τοῦ σώματος κακῶς διακεί μενοι, ἢ τοῖς τοίχοις, ἢ τῇ κλίνῃ προσαράσσουσι τὰς χεῖρας, διὰ τὰς τῆς ἀλγηδόνος ἀκίδας· οὕτως ὁ θεῖος ἐκεῖνος