1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

13

ἀφωρισμένον· βέβηλον δὲ, τὸ τοῖς ἄλλοις ἅπασιν ἀπονενεμημένον. Ὅθεν καὶ ὁ Ἀκύλας οὐ βέβηλον εἶπεν, ἀλλὰ λαϊκόν. Τουτέστιν, Εἰ καὶ ἱερεὺς οὐκ εἰμὶ, ἀλλὰ προφητικῆς τετύχηκα χάρι τος. Οἶμαι γὰρ τοῦτο παραδηλοῦν τό· "Ἁγιασθήσε ται διὰ τὰ σκεύη μου." Σκεύη γὰρ αὐτοῦ καὶ παν οπλία, ἡ πνευματικὴ δωρεά. ΕΡΩΤ. Ν∆ʹ. Τί ἐστι, συνεχόμενος νεασὰρ ἐνώπιον Κυρίου; Τοῦτο τὸ ὄνομα "πειρασμὸν ἁπαλὸν συνοχῆς ἑρμηνευόμενον εὗρον ἐν τῷ βιβλίῳ τῶν Ἑβραϊκῶν 80.577 ὀνομάτων. ∆ῆλος τοίνυν ἐστὶν ὁ ∆ωὴκ ὑπό τινος ἐνοχλούμενος δαίμονος, ἢ νόσῳ κατεχόμενος, καὶ τούτου χάριν τῇ θείᾳ προσεδρεύσας σκηνῇ. Ἀλλ' ὁ παμπόνηρος οὐ μόνον κατεμήνυσε τῷ Σαοὺλ τὰ παρὰ τοῦ Ἀβιμέλεχ εἰρημένα καὶ δεδομένα, ἀλλὰ καὶ πάντας τοὺς ἱερεῖς κατέκτεινεν. Αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πασῶν τῶν ἄλλων ἁμαρτάδων δυσσεβεστέρα. Τοῦ μὲν γὰρ Θεοῦ προστεταχότος ἄρδην διολέσαι τὸν Ἀμαλὴκ, οὐ μόνον τὸν Ἀγὰγ διέσωσεν, ἀλλὰ καὶ ποίμνια, καὶ βουκόλια, καὶ τοὺς ἀμπελῶνας, καὶ τὰ ἄλλα ὅσα ἦν ἀξιόκτητα. Τοῦ θυμοῦ δὲ μόνου κεκινηκότος, οὐ μόνον τοὺς ἱερεῖς κατέκτεινεν, ἀλλὰ καὶ τὴν πόλιν αὐτῶν διώλεσεν αὔτανδρον· οὐ μειράκιον, οὐ βρέφος, οὐ γύναιον διασωθῆναι κελεύσας. Ἀξιέπαινοι δὲ τοῦ Σαοὺλ οἱ δορυφόροι· οὐδὲ γὰρ τοῦ βασιλέως προστεταχότος ἠνέσχοντο τῇ κατὰ τῶν ἱερέων μιαιφονίᾳ μιᾶναι τὰς χεῖρας· ὁ δὲ ∆ωὴκ τὸν δυσσεβῆ τοῦτον ἐτόλμησε φόνον, καὶ τοὺς πεντήκοντα καὶ τριακοσίους ἱερεῖς κατέσφαξεν. Πρόσκειται δὲ τό· "Πάντας αἴροντας ἐφοὺδ," εἰς κατηγορίαν πλείονα τοῦ τολμήματος. Οὐ γὰρ Λευῖται ἦσαν, ἀλλ' ἐξ ἀρχιερατικῆς ῥίζης κατῆγον τὸ γένος. ΕΡΩΤ. ΝΕʹ. Τί δήποτε τὴν ἐπίληψιν ὁ ∆αβὶδ ὑπεκρίνετο; Τοῦ Σαοὺλ ἀποδιδράσκων κατέφυγεν εἰς τὴν Γέθ. Οὐ γὰρ ὑπέλαβε δῆλος ἔσεσθαι. Ἐπειδὴ δὲ ᾔσθετο ἐγνωκότας ἐκείνους, ὡς αὐτὸς αὐτῶν ἀνῃρήκει τὸν πρόμαχον, μανίαν ὑποκρινάμενος διέφυγε τοῦ θανάτου τὸν κίνδυνον. ∆ηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ θεία Γραφή. Ἀεὶ γὰρ τοῦ Θεοῦ πυνθανόμενος, καὶ παρετάττετο, καὶ ἡσύχαζεν. Αὐτίκα γοῦν μαθὼν, ὡς ἔπεισι Σαοὺλ, ἐν τῇ Κεϊλᾶ διάγειν αὐτὸν ἐγνω κὼς, ἤρετο εἰ ἐκδώσουσιν αὐτὸν οἱ δι' αὐτοῦ τῆς σωτηρίας τετυχηκότες· καὶ μαθὼν ὡς ἐκδώσουσιν, εἰς ἕτερον μετέστη χωρίον. Τὸ δὲ, "Ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο," τὸν πλάνον δηλοῖ· ποτὲ μὲν γὰρ ἐν τῇ Ἰουδαίᾳ, ποτὲ δὲ ἐν τῇ ἐρήμῳ διῆγον. Τὸ δὲ "Ἐκάθισε ∆αβὶδ ἐν τῇ ἐρήμῳ ἐν Μεσερὰμ," οἱ λοιποὶ ἑρμηνευταὶ "Ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς" ἐκδεδώκασιν. Ὁ μέντοι Ἰωνάθαν δῆλος ἦν θερμότερον περὶ τὸν ∆αβὶδ διακείμενος. Καὶ γὰρ τοῦ πατρὸς κατ' αὐτοῦ φονοῦντος, καὶ θηρεῦσαι ποθοῦντος, οὐκ ἤνεγκε τοῦ πόθου τὰ κέντρα· ἀλλ' ἔνθα διῆγεν ἀφίκετο, καὶ παραθαῤῥύνας τῇ τῆς βασι λείας προῤῥήσει, τὰς γεγενημένας συνθήκας αὖθις 80.580 ἐκράτυνε. Τὴν δὲ καινὴν, δρυμὸν ὁ Ἀκύ λας ἡρμήνευσεν τὴν Γαβαὰδ δὲ, βουνόν· Τὸ δὲ ἐν τῇ ἐρήμῳ τῇ ἐπηκόῳ, ἐν τοῖς ὁμαλοῖς. Ἔδειξε δὲ καὶ ὁ Κύριος τὴν οἰκείαν κηδεμονίαν. Μέλλοντος γὰρ θηρεύεσθαι τοῦ ∆αβὶδ, τῇ τῶν ἀλλο φύλων ἐφόδῳ τὸν κατὰ τοῦ ∆αβὶδ ἐπέδησε δρόμον. Τοῦτο γὰρ ἐγνωκὼς ἀνέστρεψεν ὁ Σαούλ. ΕΡΩΤ. Ν ϛʹ. Πῶς νοητέον τὸ, "Εἰσῆλθε Σαοὺλ ἀνα σκευάσασθαι εἰς τὸ σπήλαιον; Σεμνῶς ἡρμηνεύθη παρὰ τῶν Ἑβδομήκοντα. Ὁ δὲ Ἀκύλας αὐτὸ σαφέστερον εἴρηκεν. "Εἰσῆλθε γὰρ, φησὶν, ἀποκενῶσαι. Ὁ δὲ Ἰώσηπος, "τὰς φυσικὰς ἐκκρίσεις ποιήσασθαι." Μέγιστον μέντοι τὸ σπήλαιον ἦν. Εἶχε γὰρ ἔνδον καὶ τὸν ∆αβὶδ, καὶ τοὺς σὺν αὐτῷ κεκρυμμένους. Ἐγύμνωσε δὲ κἀν ταῦθα τὴν οἰκείαν φιλοσοφίαν ὁ θεῖος ∆αβίδ. Τῶν γὰρ σὺν αὐτῷ ἀνελεῖν τὸν Σαοὺλ πειραθέντων, τὴν μὲν σφαγὴν διεκώλυσεν, εἰρηκώς· "Μηδαμῶς ἐμοὶ παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου, τῷ χριστῷ Κυρίου· ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν." Τῆς διπλοΐδος δὲ τὸ πτερύγιον ἔτεμεν· εἰς ἔλεγχον μὲν τῆς ἐκείνου πονηρίας, ἀπόδειξιν δὲ τῆς οἰκείας φιλοσοφίας. Ἐδίδαξε δὲ ἡμᾶς ἡ ἱστορία τοῦ σώφρο νος λογισμοῦ τὴν ἰσχύν. "Ἐπάταξε γὰρ, φησὶ, τὸν ∆αβὶδ ἡ καρδία αὐτοῦ, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος·" ἀντὶ τοῦ, Μέχρι τούτου τὴν