1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

22

ἀλλοφύλων οὕτως ἐκπεμφθεῖσαν μηδένα λυμήνασθαι. Ἀλλ' ἐχρῆν συνιδεῖν, ὡς οὔτε τὸν νόμον ᾔδεισαν οἱ ἀλλόφυλοι, καὶ ἱερεῖς οὐ παρῆσαν, ἵνα κατὰ τὸν νόμον αὐτὴν μετενέγκωσιν. Ὅτι δὲ τοῦτο ἀληθὲς, τὰ ἑξῆς διδάσκει. Τοῦ γὰρ Ὀζᾶν πεπτωκό τος, δείσας ὁ βασιλεὺς οὐκ εἰς τὰ βασίλεια τὴν κιβω τὸν ἐξενήνοχεν, ἔνθα καὶ τὴν θείαν κατεσκευάκει σκηνὴν, ἀλλ' εἰς τὸν οἶκον Ἀβεδδαρά. Ἐπειδὴ δὲ εἶδε παντοδαπῆς εὐλογίας ἐν τρισὶ μησὶ τὴν οἰ κίαν πλησθεῖσαν ἐκείνην, εὐθὺς αὐτὴν εἰς τὰ βασί λεια μετεκόμισεν, οὐχ ἁμάξῃ χρησάμενος, ἀλλὰ τοῖς ἱερεῦσι κατὰ τὸν νόμον. "Ἦσαν γὰρ, φησὶ, μετ' αὐτῶν οἱ αἴροντες τὴν κιβωτὸν Κυρίου ἑπτὰ χοροὶ, καὶ θῦμα μόσχου καὶ ἀρνός· καὶ ∆αβὶδ ἀν εκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυ ρίου· καὶ αὐτὸς ἐνδεδυμένος στολὴν ἔξαλλον·" οὕτω δὲ τὴν ποικίλην ὠνόμασε. Σαφέστερον δὲ τοῦτο ἐδίδαξεν ἡ βίβλος τῶν Παραλειπομένων· "Ἦραν γὰρ, φησὶ, τὴν κιβωτὸν, ὡς ἐνετείλατο Μωσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραὴλ, ἐπ' ἀναφορεῦσι, κατὰ τὴν γραφὴν, ἐν ὤμοις αὐτῶν." 80.613 ΕΡΩΤ. Κʹ. ∆ιατί κατεγέλασεν ἡ Μελχὼλ τοῦ ∆αβίδ; Ὠήθη βασιλέως ἀλλότριον τὸ δημοσίᾳ χορεύειν· οὐ γὰρ ᾔδει τοῦ θείου πόθου τὰ κέντρα. Ὅθεν ὁ βασι λεὺς σφοδρότερον ἐπετίμησεν αὐτῇ· "Ἐναντίον γὰρ, φησὶ, Κυρίου ὀρχήσομαι καὶ παίξομαι· ζῇ Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ, τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ πάντα τὸν λαὸν αὑτοῦ τὸν Ἰσραήλ." Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν. Εἶτα ἐδί δαξεν ἡ ἱστορία, ὅτι τῇ Μελχὼλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον, ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν. Ἀλλ' οὐ μόνον διὰ ταύτην τὴν αἰτίαν στεῖρα μεμένηκεν· ἀλλ' ὥστε μηδένα ἐξ ἐκείνου βασι λεῦσαι τοῦ σπέρματος. Εἰκὸς γὰρ ἦν, τὸν λαὸν τὸν ἑκατέρωθεν εὐγενείᾳ λάμποντα προτιμῆσαι τῶν ἄλλων. ΕΡΩΤ. ΚΑʹ. Προφήτης ὢν ὁ Νάθαν πῶς ἠγνόησε τὸ βούλημα τοῦ Θεοῦ, καὶ τῷ ∆αβὶδ οἰκοδομῆσαι τὸν θεῖον οἶκον προσέταξεν; Καὶ ἤδη ἔφην, ὡς οὐκ ᾔδεισαν ἅπαντα οἱ προ φῆται, ἀλλ' ὥσπερ ἡ θεία χάρις αὐτοῖς ἀπεκά λυπτεν. Οὕτως ὁ Σαμουὴλ ἠγνόει τίνα χρῖσαι προσήκει· οὕτως ὁ Ἑλισσαῖος τὸ τῆς Σωμανίτιδος πάθος· "Ἄφες γὰρ αὐτὴν, ἔφη, ὅτι κατώδυνος ἡ ψυχὴ αὐτῆς, καὶ Κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ." Οὕτω καὶ ὁ Νάθαν ἐπαινέσας τὸν τοῦ βασιλέως σκο πὸν, ἐνόμισεν ἀρέσκειν τῷ τῶν ὅλων Θεῷ. Ὅθεν εἶπε· "Πάντα ὅσα ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι ὁ Θεὸς μετὰ σοῦ." Ἀλλὰ νύκτωρ ἐπιφανεὶς ὁ ∆εσπότης Θεὸς ταῦτα ἔφη πρὸς τὸν Νάθαν· "Πο ρεύου, καὶ εἰπὲ τῷ δούλῳ μου ∆αβίδ· Τάδε λέγει Κύριος· Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με, ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ, ἀφ' ἧς ἡμέρας ἀνήγα γον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, ἕως τῆς ἡμέρας ταύτης." Καὶ πρῶτον μὲν ἐψυχαγώγησεν αὐ τὸν τῇ τῆς δουλείας προσηγορίᾳ· "Εἰπὲ γὰρ, φησὶ, τῷ ∆αβὶδ τῷ δούλῳ μου·" ἄκρα δὲ τιμὴ τὸ δοῦλον ὀνομασθῆναι Θεοῦ. Ἔπειτα τὸ ἀνενδεὲς τῆς οἰκείας ἐδίδαξε φύσεως· "Οὐ κατῴκηκα γὰρ, φησὶν, ἐν οἴκῳ." Τὸ δὲ, "Ἀφ' ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου," ἀντὶ τοῦ, πάντα χρόνον ὃν συνεγενόμην ὑμῖν, ἔν τε τῇ ἐρήμῳ, καὶ ἐν 80.616 ταύτῃ τῇ γῇ. Ὅτι γὰρ οὐδὲ πρὸ τούτου τοῦ χρόνου νεὼν ἔσχεν, αἱ πάλαι διδάσκουσιν ἱστορίαι. Εἶτα τὴν ἄπειρον δύναμιν καὶ φιλανθρωπίαν δεικνὺς, ἐπήγαγε· "Καὶ ἤμην ἐμπεριπατῶν ἐν κατα λύματι, καὶ ἐν σκηνῇ, ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ." Καὶ προστέθεικεν, ὡς οὐδενὶ τῶν κριτῶν, οἳ ἐκ διαφόρων ἦσαν φυλῶν, ἢ προσ έταξεν οἰκοδομῆσαι ναὸν, ἢ ἐνεκάλεσεν ὡς τοῦτο μὴ δεδρακότι. Τοῦτο γὰρ εἶπεν· "Εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου τὸν Ἰσραὴλ λέγων· Τί ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον;" Ἔπειτα τῷ τῆς εὐνοίας χρησάμενος ὀνόματι, καὶ δοῦλον αὐτοῦ προσαγορεύσας, ἀνέμνησε τῆς προβα τείας, καὶ τῆς ἄλλης πενίας· ἐπέδειξε δὲ τῆς βασιλείας τὸ ὕψος, καὶ τὴν τῆς ἄλλης κηδεμονίας φιλοτιμίαν. "Ἤμην γὰρ, φησὶ, μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχ θρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνο μα μέγα, κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς." Ταῦτα δὲ εἰς τὴν τῆς εὐσεβείας