1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

55

Ἀριθμήσας γοῦν αὐτοὺς Ἀχαὰβ τριάκοντα καὶ διακοσίους εὗρε. ∆ιὰ τού των ὁ παντοδύναμος Κύριος τριάκοντα καὶ δύο βασι λέων διέλυσε στρατιάν. Τούτῳ δὲ κατακράτος νενικηκότι προμηνύει τῶν Σύρων τὴν ἔφοδον, τὴν ἐσομένην εἰς νέωτα. "Ἐροῦσι γὰρ, φησὶν, οἱ Σύροι· Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς κοιλάδων·" τουτέστιν, ἐν τοῖς ὄρεσιν ἔχει τὴν δύναμιν, ἐν δὲ τοῖς πεδίοις ἡττᾶται. Ἐπειδὴ γὰρ τοιούτους εἶναι τοὺς οἰκείους θεοὺς ὑπελάμβανον, ᾠήθησαν καὶ τὸν ἀληθινὸν τῶν ὅλων δημιουργὸν μερικὸν εἶναι Θεόν. Ἀλλ' ἔδειξε καὶ τοῖς οἰκείοις, καὶ τοῖς ἀλλοτρίοις, τὴν ἰδίαν ἰσχύν. Τῆς γὰρ 80.737 συμπλοκῆς ἐν πεδίῳ γεγενημένης, δυοκαίδεκα μυ ριάδας τῶν ἀντιπάλων ὁ Ἰσραὴλ κατηκόντισεν. Ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν, ὡς θεήλατος ἡ πληγὴ, τῶν διαφυγόντων εἰς τὴν Ἀφηκὰ πόλιν κα ταπεφευγότων καταπεσὸν τὸ τεῖχος ἑπτὰ καὶ εἴκοσι χιλιάδας κατέχωσεν. ΕΡΩΤ. Ξ∆ʹ. ∆ιατί παραβολαῖς οἱ προφῆται κεχρημένοι τὰς θείας προῤῥήσεις προφέρουσιν; Ἵνα ἀγνοοῦντες οἱ τῶνδε τῶν λόγων ἀκούοντες, ὡς καθ' ἑαυτῶν τὴν ψῆφον ἐκφέρουσι, δικαίως ψη φίσωνται. Ἄλλως γὰρ ἐν ἑαυτοῖς, καὶ ἄλλως ἐν ἄλλοις τὴν ἁμαρτίαν ὁρῶμεν. Ταῦτα καὶ Νάθαν πεποίηκεν. Οὐ γὰρ εὐθὺς τῷ ∆αβὶδ τὸν ἔλεγχον προσενήνοχεν· ἀλλὰ πρότερον τοῦ πένητος τὴν συμ φορὰν διηγήσατο· εἶτα δικαίαν τὴν ψῆφον ἰδὼν, τὸ τῆς κατηγορίας ἐγύμνωσε πρόσωπον. Τοῦτο καὶ ἐνταῦθα πεποίηκεν ὁ προφήτης. Τελαμῶνι γὰρ τὸ πρόσωπον, καὶ τὰς ὀφρῦς συγκαλύψας, τῷ Ἀχαὰβ προσελήλυθεν. Εἶτα ἐδίδαξεν, ὡς ἐν τῷ πολέμῳ δορυάλωτος αὐτῷ παρεδόθη, φυλάξαι τοῦτον τοῦ παραδεδωκότος κελεύσαντος, καὶ προσαπειλήσαντος, ὡς εἰ φύγοι θανάτῳ ζημιωθήσεται. Ἐμοῦ δὲ, φησὶ, τὴν παράταξιν θεωμένου, πέφευγε χώραν λαβών. Τούτων ἀκούσας ὁ Ἀχαὰβ, ἀνδροφόνον αὐτὸν ἀπεκάλεσεν. "Ἰδοὺ γὰρ, φησὶ, δικαστὴς σὺ παρ' ἐμοὶ ἐφόνευσας·" πολέμιον γὰρ ἀπέλυσας, ἵνα πολλοὺς ἐκεῖνος πάλιν ἐργάσηται φόνους. Τότε λοιπὸν ὁ προφήτης τελαμῶνα λύσας, ἔδειξεν ὅστις ἐστί· καὶ προσήνεγκε τὴν θείαν ἀπόφασιν· "Τάδε λέγει Κύριος· ∆ιότι ἐξαπέστειλας ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, ἰδοὺ ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ." ΕΡΩΤ. ΞΕʹ. Καὶ διατί φιλανθρωπίας ἀπῃτήθη δίκας; Ὅτι χρὴ τῇ φιλανθρωπίᾳ συγκιρνᾷν τὸ δίκαιον. Οὗτος δὲ ὠμότητι χρησάμενος κατὰ τῶν προφητῶν, καὶ πάντας ἄρδην βουληθεὶς διαφθεῖραι, καὶ τοὺς ἁλόντας ἀνελὼν ἅπαντας, περὶ τὸν τοῦ Ἰσραὴλ πο λέμιον τὸ ἥμερον ἔδειξεν. Ὅτι δὲ πλεῖστα ἐξήμαρτε διὰ τὴν εὐκολίαν τῆς γνώμης, τὰ ἑξῆς μαρτυρεῖ. "Ἀπῆλθε γὰρ, φησὶν, ὁ βασιλεὺς Ἰσραὴλ συνεχόμενος καὶ κλαίων." Πεῖραν γὰρ τῶν θείων ἔχων προῤῥήσεων· δὶς γὰρ ἐνίκησε κατὰ τοὺς θείους χρησμούς· τὴν προσενεχθεῖσαν ἔδεισεν ἀπειλήν· ἀλλ' εὐθὺς πάλιν εἰς τὴν οἰκείαν ἐπανῆλθεν ἀσέ βειαν. 80.740 ΕΡΩΤ. Ξʹ. Πῶς νοητέον· "Πάταξόν με ἐν λόγῳ Κυρίου;" Οὐκ ἐγώ σοι, φησὶν, ἐπιτάσσω, ἀλλὰ τὸ ἐν ἐμοὶ Πνεῦμα. ∆ιὸ δὴ τῷ ἀντειπόντι τὸν διὰ τοῦ λέοντος ἐπήνεγκεν ὄλεθρον. Ἄλλος δὲ τοῦτο δρᾶσαι κελευ σθεὶς πιστῶς ὑπήκουσε, καὶ πατάξας συνέτριψε, τουτέστιν ἐτραυμάτισεν. ΕΡΩΤ. ΞΖʹ. Πῶς νοητέον· "Καθὼς σὺ, οὕτω κἀγώ· καὶ καθὼς ὁ λαός σου, οὕτως καὶ ὁ λαός μου;" Παρακληθεὶς ὁ Ἰωσαφὰτ κοινωνῆσαι τῆς παρα τάξεως τοῦτο δράσειν ὑπέσχετο. Τὰ αὐτά σοι, φησὶ, δράσω· ὡς παρατάττῃ παρατάττομαι· καὶ ὡς ὁ λαός σου, καὶ ὁ ἐμὸς πολεμήσει. Ἔδειξε δ' ὅμως αὑτοῦ τὴν εὐσέβειαν· πυθέσθαι γὰρ πρότερον τοῦ Θεοῦ τῶν ὅλων ἀναγκαῖον ὑπέλαβεν· "Εἶπε γὰρ, φησὶ, πρὸς Ἀχαάβ· Ἐρωτήσωμεν δὴ τὸν Κύριον." Ἐκείνου δὲ τοὺς προφήτας τοῦ Βαὰλ ἀθροίσαντος, πάλιν ὁ Ἰωσαφὰτ ἐκείνους μὲν ἐβδελύξατο, θεῖον δὲ προφήτην εὐσεβῶς ἐπεζήτησεν· "Οὐκ ἔστι γὰρ, φησὶν, ὧδε προφήτης Κυρίου, καὶ ἐπερωτήσομεν τὸν Κύριον δι' αὐτοῦ;" Ἐκείνου δὲ εἰρηκότος εἶναι μὲν, καὶ Μιχαίαν κεκλῆσθαι· ἐχθραίνειν δὲ αὐτῷ, ὡς οὐ τὰ θυμήρη χρησμολογοῦντα, ὁ Ἰωσαφὰτ εὐλαβῶς ἀπεκρίνατο· "Μὴ λεγέτω οὕτως ὁ βασιλεύς." Ἀλλ' ἐν τούτοις μὲν ἀξιέπαινος. Ἐλωβήσατο δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ φιλία καὶ ἡ συγγένεια· τοῦτο γὰρ