1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

46

αὐτῷ· τοῦτο γὰρ λέγει θέλησιν· καὶ ὥρισα καὶ αὐτὸν, καὶ τὸ γένος αὐτοῦ, βασιλεύειν τῆς Ἱερουσαλὴμ, ἐν ᾗ ἠβουλήθην τὸ ἐμὸν ὄνομα σέβεσθαι. Ὁ δὲ ἱστοριογράφος τὰ κατὰ τὸν Σολομῶντα πεπληρωκὼς ἐπήγαγε· "Καὶ τὰ λοιπὰ τῶν λόγων Σολομῶντος, καὶ πάντα ὅσα ἐποίη σε, καὶ πᾶσα ἡ φρόνησις αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέ γραπται ἐν βίβλῳ λόγων τῶν Ἡμερῶν Σολομῶν τος;" Τοῦτο δὲ καὶ ἡ τῶν Παραλειπομένων βίβλος δηλοῖ, ἑτέραν εἶναι βίβλον ταῦτα σημαίνουσαν. Ἐβα σίλευσε δὲ κατὰ μὲν τὴν Γραφὴν τεσσαράκοντα ἔτη· κατὰ δὲ τὸν Ἰώσηπον, ὀγδοήκοντα· ἐτελεύτησε δὲ, ὡς ἐκεῖνος ἔφησε, τεττάρων καὶ ἐνενήκοντα. Τούτου δὲ τελευτήσαντος, τὴν βασιλείαν Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ διεδέξατο. ΕΡΩΤ. ΛΘʹ. Τί ἐστιν, "Ἡ σμικρότης μου παχυτέρα ἐστὶ τῆς ὀσφύος τοῦ πατρός μου;" Τῶν Παραλειπομένων ἡ βίβλος σαφέστερον τοῦτο δηλοῖ· "Ὁ βραχύτατος γάρ μου, φησὶ, δάκτυλος παχύτερος τῆς ὀσφύος τοῦ πατρός μού ἐστιν." Οὕτω δὲ καὶ ὁ Σύρος ἡρμήνευσε· καὶ Ἰώσηπος ὡσαύτως. 80.705 ΕΡΩΤ. Μʹ. Πῶς νοητέον, "Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι παρὰ Κυρίου ἦν ἡ μεταστροφή·" καὶ τὰ ἑξῆς; Ὡς τὸ, "Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ." Ὅταν γὰρ, φησὶν, ὁ Θεός τινα καταλείπῃ, ὡς ἀκυ βέρνητον φέρεται σκάφος· ἀλλ' ὅμως τοῖς ἀνοήτοις ἐκείνοις χρησάμενος λόγοις, πληρωθῆναι παρεσκεύα σε τοῦ Θεοῦ τὴν ἀπόφασιν. Τούτων δὲ οὕτω ῥηθέν των, ἀφίστανται μὲν αἱ δέκα φυλαὶ, καὶ χειροτονοῦσι τὸν Ἱεροβοὰμ βασιλέα· μόνων δὲ τῶν δύο φυλῶν ὁ Ῥοβοὰμ ἐβασίλευσε, καὶ τῶν λοιπῶν ὅσοι τούτοις συνῴκουν, ἐκ τῶν ἄλλων ὄντες φυλῶν. Εἶτα βουλη θέντα στρατεῦσαι κατὰ τῶν δέκα φυλῶν, διὰ Σα μαίου τοῦ προφήτου κεκώλυκεν· "Ἀναστρεφέτω γὰρ, ἔφη, ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι ἐξ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο." ∆ηλοῖ δὲ ὁ ἱστοριο γράφος καὶ τῆς μητρὸς τοῦ Ῥοβοὰμ τὸ γένος, εἰς ἔλεγχον τῆς τοῦ γεγεννηκότος παρανομίας· "Ὄνομα γὰρ, φησὶ, τῇ μητρὶ αὐτοῦ Ναανὰ, θυγάτηρ Ἀνὰν, υἱοῦ Ναὰς βασιλέως υἱῶν Ἀμμών." Ἱκανὸν δὲ τοῦτο καὶ τὴν Ἰουδαίων βδελυρίαν ἐντρέψαι, οἳ ἐπὶ τῇ εὐ γενείᾳ βρενθύονται, καὶ τοὺς ἐξ ἐθνῶν τῷ Σωτῆρι πεπιστευκότας ἀλλογενεῖς ὀνομάζουσιν. Εὑρίσκεται γὰρ αὐτῶν καὶ τὸ βασιλικὸν γένος ἀλλόφυλον· ὁ δὲ Ῥοβοὰμ τὴν τοῦ πατρὸς παρανομίαν ἐζήλωσεν. ΕΡΩΤ. ΜΑʹ. Τί δήποτε καὶ δὶς τὰ αὐτὰ ὁ ἱστοριογράφος λέ γει, καὶ πολλάκις τὰ ὕστερα πρότερα; καὶ γὰρ ἐνταῦθα τὴν κατὰ τοῦ παιδὸς Ἱεροβοὰμ ἀπόφασιν προτέραν τῆς βασιλείας τέθει κεν; ∆ὶς μὲν τὰ αὐτὰ καὶ πολλάκις ἀναγκάζεται λέγειν· ἐπειδὴ περὶ δύο βασιλειῶν διῃρημένων συγγράφει· καὶ ἔστιν ὅτε πολλὰ περὶ θατέρας τιθεὶς διηγήματα, εἶτα εἰς τὴν ἑτέραν διαβαίνων, ἀναγκάζεται ἀναλα βεῖν τὰ ἤδη προειρημένα, ὥστε τὴν ἀκολουθίαν φυ λάξαι. Ἡ δὲ τοῦ παιδὸς ἀῤῥωστία, καὶ ἡ κατ' αὐτοῦ γεγενημένη ἀπόφασις, δηλονότι μετὰ τὴν ἀσέ βειαν γέγονε. Προειπὼν γὰρ τοῦ παιδίου τὴν τελευτὴν ὁ προφήτης, καὶ τὴν κατὰ παντὸς τοῦ γένους ἐξενή νοχε ψῆφον. Ὁ μὲν γὰρ Ἱεροβοὰμ τὴν γυναῖκα μετὰ τῶν ξενίων πρὸς τὸν προφήτην ἀπέστειλεν. Ἀμβλυώττων δὲ ὁ πρεσβύτης ἔνδον καθήμενος ἤσθετο πόῤῥωθεν ἀφικνουμένης ἐκείνης, καὶ τὸν 80.708 ὑπηρέτην ἀποστείλας, συντόμως αὐτὴν εἰσελθεῖν ἐκέλευσεν, ὡς ἀλγεινὰ πευσομένην. Καὶ πρῶτον μὲν ἐπιμέμφεται τοῖς δώροις· "Ἵνα τί ἐνήνοχάς μοι ἄρτους, καὶ σταφυλὴν, καὶ κολλύρια, καὶ στάμνον μέ λιτος;" Τὸ δὲ δηλῶσαι τὰ κομισθέντα πείθει τοῖς ῥη θησομένοις πιστεῦσαι. Εἶτα τοῦ παιδὸς ἀπαγγείλας τὴν τελευτὴν, ἐπήγαγεν, ὅτι "Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον." Καὶ οὐ μόνον σφαγὴν αὐτοῖς προηγό ρευσεν, ἀλλὰ καὶ ἀτάφους μεῖναι μετὰ σφαγὴν, καὶ προτεθῆναι θοίνην καὶ βορὰν οἰωνοῖς καὶ θηρίοις. Ἔπειτα τὴν αἰτίαν ἐπάγει, "Ὅτι οὐχ εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ Κυρίου." Οὐροῦντα δὲ πρὸς τοῖχον λέγει τὸν ἀσθενῶς διακείμενον, καὶ στῆ ναι δίχα τοῦ ἐρείδεσθαι τῷ τοίχῳ παντελῶς μὴ δυνά μενον. ΕΡΩΤ. ΜΒʹ. Τί δήποτε ἄνω μὲν τὸν Ἀχιὰ τὸν Σιλωνίτην εἶπε ῥῆξαι τὸ περιβόλαιον, καὶ δοῦναι δέκα ῥήγματα τῷ Ἱεροβοὰμ, ἐνταῦθα δὲ Σαμαίαν τὸν