1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

42

προσαγο ρευόμενον. Τοῦτο δὲ καὶ ἡ ἱστορία δεδήλωκεν, εἰποῦσα· "Ἐπίθεμα τὸ μέλαθρον, ἐπ' ἀμφοτέρων 80.689 τῶν στύλων τῷ πάχει." Ἐποίησε δὲ καὶ λουτῆρα χαλκοῦν, ὃν διὰ τὸ μέγεθος ἐκάλεσε θάλασσαν. Εἶχε μὲν γὰρ εἶδος ἡμισφαιρίου δέκα πήχεων τὴν διάμε τρον. Τρεῖς δὲ καὶ τριάκοντα πήχεις εἶχεν ὁ κύκλος· ἐπειδὴ σπιθαμῆς εἶχε μέτρον τὸ πάχος. Τῶν γὰρ δύο σπιθαμῶν, τῆς ἐντεῦθέν φημι, καὶ τῆς ἐκεῖθεν, τῇ διαμέτρῳ συμμετρουμένων, ἕνδεκα πήχεις εὑρί σκονται. Τριπλασιαζόμενοι δὲ οὗτοι ποιοῦσι τρεῖς καὶ τριάκοντα. Ταύτην ἔφερον δυοκαίδεκα μόσχοι, ἀνὰ τρεῖς πρὸς ἕκαστον ἄνεμον ἀποβλέποντες. Τοῦ δὲ λουτῆρος τὸ χεῖλος ἐπικλινὲς εἰς τὸ ἔξω ἦν, τοῦ κρί νου τὰ φύλλα μιμούμενον. Τὰς δὲ μεχωνὼθ τῶν Παραλειπομένων ἡ βίβλος λουτῆρας ὠνόμασεν. Ὁ δὲ Ἰώσηπος τὰς μεχωνὼθ βάσεις εἶπε, τοὺς δὲ χυτρογαύλους λουτῆρας ἐπικειμένους ταῖς βάσε σιν. Ἐν δὲ τούτοις ἔπλυνον τὰ ἱερεῖα, καὶ τὰ τούτων ἐντὸς, καὶ τοὺς πόδας. Τοῦτο γὰρ σαφῶς ἡ τῶν Παραλειπομένων βίβλος ἐδίδαξε· "Τοῦ πλύνειν γὰρ, φησὶν, ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων, καὶ ἐπικλύζειν ἐν αὐτοῖς. Καὶ ἡ θάλασσα εἰς τὸ νί πτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ." Τὰς δὲ τῶν λουτή ρων βάσεις, ἃς μεχωνὼθ προσηγόρευσε, τετραγώ νους εἶπε κατεσκευάσθαι, τροχοὺς ἐχούσας ὑπο κειμένους ἁρματιαίοις ἐοικότας τροχοῖς. Εἶχον δὲ αὗται ἄνω χειρῶν ἐκτυπώματα, στεφανοειδῆ φέροντα κύκλον, ᾧ ὁ λουτὴρ ἐπετίθετο. Θερμαστρεῖς δὲ κέκληκε τοὺς θερμαντῆρας, ἐν οἷς τὸ ὕδωρ θερμαίνειν εἰώθαμεν. Κατεσκεύασε δὲ καὶ δέκα λυχνίας χρυσᾶς, ἃς ἐν τῷ ναῷ τέθεικε κατὰ πρόσωπον τοῦ ∆αβεὶρ, τουτέστι τοῦ Ἁγίου τῶν ἁγίων. ΕΡΩΤ. ΚΕʹ. Πῶς νοητέον τὸ, Εἰσήνεγκε Σολομὼν τὰ ἅγια ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ πάντα τὰ ἅγια Σολομῶντος;" Ἅγια κέκληκε τὰ τῷ Θεῷ ἀνατεθέντα, καὶ τὰ ἐκ τῶν πολέμων ἀκροθίνια προσενεχθέντα· οἷον ἀνεθεμάτισεν Ἰησοῦς ὁ τοῦ Ναυῆ τὸν Ἱεριχὼ, πάντα τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀνέθηκε τῷ Θεῷ. Ἅγια τοίνυν κέκληκε τὰ ἀφορισθέντα τῷ τῶν ὅλων Θεῷ. ΕΡΩΤ. Κʹ. Τίνα καλεῖ οἶκον δρυμοῦ τοῦ Λιβάνου; Μέγιστον ἐν τοῖς βασιλείοις ᾠκοδόμησεν οἶκον, τοῦ 80.692 δικαστηρίου πρόδομον. Τούτου ἑκατὸν πήχεων ἦν τὸ μῆκος, πεντήκοντα δὲ τὸ εὖρος. Εἶχε δὲ στύλους κε δρίνους πέντε καὶ τριάκοντα καὶ ἑκατόν. Οἶμαι τοί νυν αὐτὸν κληθῆναι οἶκον δρυμοῦ τοῦ Λιβάνου, ἐπειδὴ πλῆθος εἶχε κιόνων κεδρίνων, μιμουμένων τοῦ Λιβάνου τὸ ἄλσος. Αἰλὰμ δὲ πάλιν τὸ προπύ λαιον ὠνόμασεν· οὗ τὸ μῆκος ἰσόμετρον ἦν τῷ πλά τει τοῦ οἴκου· πεντήκοντα γὰρ πήχεων τὸ μῆκος, τριάκοντα δὲ τὸ εὖρος. Ὅτι δὲ τῷ δικαστηρίῳ συν ήρμοστο οὗτος ὁ οἶκος, ἱστορία διδάσκει. "Καὶ τὸ Αἰλὰμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ. Αἰλὰμ τοῦ κριτηρίου, καὶ ὁ οἶκος αὐτῶν, ἐν ᾧ καθήσεται ἐκεῖ," καὶ τὰ ἑξῆς. Ὅτι δὲ εἰς τάσδε τὰς οἰκοδομίας τοῖς τμητοῖς ἐχρήσατο λίθοις, τὰ ἑξῆς διδάσκει. "Ταῦ τα γὰρ πάντα, φησὶν, ἐκ λίθων τιμίων κεκο λαμμένων, ἐκ διαστήματος ἔσωθεν, καὶ ἐκ τῶν θεμελίων ἕως τῶν γεισῶν." Ὅτι δὲ ∆αβεὶρ τὰ Ἅγια τῶν ἁγίων καλεῖ, σαφέστερον ἐκ τῆς ἱστορίας μανθάνομεν. Εἰπὼν γὰρ ὁ συγγραφεὺς, ὅτι τῆς οἰ κοδομῆς τέλος λαβούσης συνήγαγε τὸν λαὸν, ὥστε τῶν ἐγκαινίων ἐπιτελέσαι τὴν ἑορτὴν, ἐπήγαγε· "Καὶ ἐκφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν δια θήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ ∆αβεὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυ γας τῶν Χερουβείμ." ΕΡΩΤ. ΚΖʹ. Πῶς νοητέον, "Ἃ ἐλάλησας ἐν τῷ ὀνόμα τί σου, καὶ ἐν ταῖς χερσί σου ἐπλήρωσας, ὡς ἡ ἡμέρα αὕτη;" ∆ιὰ τῆς γλώσσης λόγους προφέρομεν· διὰ δὲ τῶν χειρῶν ἐργαζόμεθα. Ἀνθρωπίνως τοίνυν τοῖς λόγοις χρησάμενος εἴρηκεν, ὅτι "Οἷς εἶπας τὸ πέρας ἐπέθηκας." Ἐπαγγειλάμενος γὰρ τῷ ἐμῷ πατρὶ, σῷ δὲ θεράποντι, καὶ βασιλέα χειροτονήσειν τὸν ἐξ αὐτοῦ, καὶ δι' αὐτὸν τὸν σὸν οἰκοδομήσειν ναὸν, ἔδειξας τῶν σῶν λόγων ἀλήθειαν. Φύσιν γὰρ ἀπε ρίληπτον ἔχων, καὶ μήτε τῷ ὁρωμένῳ, μήτε τῷ ὑπερτέρῳ χειρούμενος οὐρανῷ, χειροποίητον ναὸν σαυτῷ κατεσκεύασας, οὐκ ἐν τούτῳ περιγραφόμενος, ἀλλ' ἐν τούτῳ τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν. Τοῦτο γὰρ ἔφη, τοῦ εἶναι τοὺς