1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

38

Σολομῶντί τινες, ὡς ἀποκτείναντι τὸν ἀδελφόν. ∆ιάφοροι τῶν ἀνθρώπων οἱ βίοι. Οἱ μὲν γὰρ τὴν ἄκραν φιλοσοφίαν ἀσκοῦσιν, οἱ δὲ τὴν καλουμένην πολιτικὴν ἀρετήν· ἄλλοι βασιλείαν, ἢ στρατηγίαν ἰθύνουσι. Χρὴ τοίνυν ἕκαστον ἐξετάζειν πρὸς τὴν πολιτείαν ἣν μέτεισι· τοιγάρτοι τὸν Σολομῶντα οὐ προφητικὴν ἀπαιτητέον, οὐδὲ ἀποστολικὴν τελειότη τα, ἀλλὰ τὴν βασιλεῦσιν ἁρμόττουσαν. Ἤδει δὲ αὐτὸς τὸν Ὀρνίαν ἐφιέμενον τυραννίδος· καὶ γὰρ ἐπειράθη τὴν βασιλείαν ἁρπάσαι. Τῷ μὲν οὖν προ τέρῳ συνέγνω τολμήματι, καὶ σωτηρίας ἀξιώσειν ὑπέσχετο σωφρονεῖν ἀνεχόμενον. Ἐπειδὴ δὲ ᾔτησε τὴν σύνευνον τοῦ πατρὸς, οὐκ ἔδωκε μὲν τὴν αἴτησιν τυραννίδος οὖσαν ὁδόν· τῇ βασιλείᾳ δὲ τὸ ἀστασίαστον μηχανώμενος, ἀναιρεθῆναι προσ έταξεν. ΕΡΩΤ. Ηʹ. Τί δήποτε τὸν Ἰωὰβ τῷ Θεῷ προσπεφευγότα κατέκτεινε; Ὁ τοῦ Θεοῦ νόμος τοῦτο γενέσθαι διηγόρευσεν· τὸν προσφεύγοντα γὰρ ἀνδροφόνον ἀναιρεῖσθαι προσ έταξεν. Ὁ δὲ Σεμεεὶ αὐτὸς ἐφ' ἑαυτὸν εἵλκυσε τοῦ θανάτου τὴν ψῆφον· τὴν γὰρ μητρόπολιν οἰκεῖν ὑποσχόμενος, καὶ ὅρκῳ τὴν ὑπόσχεσιν κρατύνας, παρέβη τὸν ὅρκον, καὶ παρὰ τὰς συνθήκας ἐκδημῆσαι τετόλμηκεν. ΕΡΩΤ. Θʹ. Τίνος χάριν τὸν Ἀβιάθαρ τῆς ἀρχιερωσύνης ἐγύμνωσεν; Ἐκοινώνησε μὲν τῷ Ὀρνίᾳ τῆς τυραννίδος. Τοῦτο γὰρ δηλοῖ καὶ τοῦ Σολομῶντος τὰ ῥήματα· "Ἀπό τρεχε γὰρ, φησὶν, εἰς τὸν ἀγρόν σου, καὶ εἰς τὸν οἶκόν σου, ὅτι ἀνὴρ θανάτου σὺ εἶ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον ∆αβὶδ τοῦ πατρός μου· καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν οἷς ἐκακουχήθη ὁ πατήρ μου." Ὑπέκειτο μὲν οὖν, ὡς ἔφην, καὶ τῇ κατηγορίᾳ τῆς τυραννίδος, ἅτε δὴ συνεργὸς γεγε νημένος τῆς τοῦ Ὀρνία θρασύτητος. Πλὴν ὁ Σολο μὼν καὶ τῆς θείας προῤῥήσεως γέγονεν ὑπουργός. Τῷ γὰρ Ἡλεὶ, καὶ διὰ τοῦ πανευφήμου Σαμουὴλ, καὶ μέντοι καὶ δι' ἄλλου προφήτου, προηγόρευσεν ὁ Θεὸς τοῦ γένους τὴν ἀτιμίαν. Τοῦτο δὲ καὶ ἡ ἱστο ρία δεδήλωκεν λέγει γὰρ οὕτως· "Καὶ ἐξέβαλε 80.676 Σολομὼν τὸν Ἀβιάθαρ, τοῦ μὴ εἶναι εἰς ἱερέα Κυρίου τοῦ πληρωθῆναι τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν Σηλὼμ ἐπὶ τὸν οἶκον Ἡλεί." ΕΡΩΤ. Ιʹ. Πῶς νοητέον τὸ, "Ἐπλήθυνεν ἡ σοφία Σολο μῶντος ὑπὲρ τὴν φρόνησιν πάντων τῶν υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύ πτου;" Ἐκ παραλλήλου δεῖξαι αὐτοῦ τὴν σοφίαν ὁ ἱστο ριογράφος ἠθέλησεν. Τούτου χάριν καὶ τῶν πάλαι γεγενημένων σοφῶν ἀορίστως ἐμνήσθη· καὶ τοὺς Αἰγυπτίους προστέθεικεν, ὡς δοκοῦντας παρὰ πάντας εἶναι σοφούς. Καὶ γὰρ, ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύρος, καὶ Πυθαγόρας ὁ Σάμιος, καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, καὶ Πλάτων ὁ Ἀθηναῖος, πρὸς τούτους ἐξεδήμησαν, καὶ θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθήσε σθαι παρὰ τούτων ἐλπίσαντες. Καὶ ἡ θεία δὲ Γραφὴ τὰ κατὰ τὸν Μωσῆν ἱστοροῦσα τὸν νομοθέτην ἔφη, ὅτι ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων. Τού τους, φησὶν, ἅπαντας ὁ Σολομὼν ἀπέκρυψεν, ἅτε δὴ θεόθεν τῆς σοφίας τὸ δῶρον δεξάμενος· τῷ δὲ τῆς σοφίας ἐπαίνῳ συνῆψε κατηγορίαν. Τὸν γὰρ περὶ τοῦ γάμου κείμενον ἄντικρυς νόμον παρέβη, ὃς ταῖς ἀλλοφύλοις ἐκώλυε συνάπτεσθαι γυναιξίν. Αὐτὸς γὰρ πρῶτος ἔλαβε γυναῖκα τοῦ Φαραὼ τὴν θυγατέρα. ΕΡΩΤ. ΙΑʹ. Τί ἐστι, "Καὶ Ἀχικὰμ υἱὸς Θαρὰκ ἐπὶ τὰς ἄρσεις;" Ἄρχων ἦν τῶν μετακομιζόντων τοὺς λίθους καὶ τὰ ξύλα. Τούτους δὲ τῶν Παραλειπομένων ἡ βί βλος νωτοφόρους ἐκάλεσεν· ὠμοφόρους δὲ αὐτοὺς οἱ νῦν ὀνομάζουσιν. Ἡ μέντοι ἱστορία δηλοῖ, ὡς πέρας ἔλαβεν ἡ τοῦ Θεοῦ ὑπόσχεσις. Ἐπηγγείλατο γὰρ δώσειν τῷ Ἰσραὴλ ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. "Ἦν γὰρ, φησὶν, ἄρχων ὁ Σολομὼν ἐπὶ πᾶσι τοῖς βασιλεῦ σιν ἀπὸ τοῦ ποταμοῦ, καὶ ἕως γῆς ἀλλοφύλων, καὶ ἕως ὁρίων Αἰγύπτου." ΕΡΩΤ. ΙΒʹ. Πῶς νοητέον, "Καὶ ὁ λαὸς ἦν θυμιῶντες καὶ θύοντες ἐν τοῖς ὑψηλοτάτοις;" Οὐκ εἰδωλολατρείαν αὐτῶν ἐνταῦθα κατηγορεῖ, ἀλλ' ὅτι παρὰ τὸν νόμον ἐν τοῖς ὑψηλοτάτοις χωρίοις τῷ Θεῷ θυσίας προσέφερον. Ὁ γὰρ νόμος ἐν ἑνὶ τόπῳ λατρεύειν προσέταξεν. Συγγνώμης δὲ ὅμως ἀπήλαυον, ἐπειδήπερ οὐδέπω ὁ θεῖος