1
Quaestiones in libros Regnorum et Paralipomenon
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΙΣ ΤΑ ΖΗΤΟΥΜΕΝΑ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ ΚΑΙ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ.
ΠΡΟΛΟΓΟΣ.
Ἐπειδὴ τῆς θείας χάριτος ἀπολαύσαντες, Μωσέως τοῦ νομοθέτου βίβλον, καὶ
Ἰησοῦ τοῦ προ φήτου, καὶ τῶν Κριτῶν, καὶ τῆς Ῥοὺθ ἡρμηνεύ σαμεν, φέρε πάλιν τοῦδε τοῦ φωτὸς τὴν αἴγλην λα βεῖν ἱκετεύσαντες, τὰς τῶν Βασιλειῶν ἀναπτύξωμεν ἱστορίας· τὰ μὲν σαφῆ παριόντες, τὰ δὲ σαφηνείας δεόμενα δῆλα τοῖς ἐντυγχάνουσιν ἀποφαίνοντες· ἵνα σου τὴν αἴτησιν, ἐρασμιώτατε παίδων Ὑπάτιε, μὴ 80.529 καταλείπωμεν ἀτελῆ. Αἴτιον δέ γε τῆς ἀσαφείας, καὶ τὸ σπουδάσαι τοὺς ἑρμηνεύσαντας περὶ πόδα τὴν ἑρμηνείαν ποιήσασθαι· ταυτὸ δὲ τοῦτο πάσχουσι καὶ οἱ τὴν Ἰταλῶν φωνὴν εἰς τὴν Ἑλλάδα μεταφέροντες γλῶτταν. Πολλῆς γὰρ ἀσαφείας ἐκεῖνα μεστά. Πρῶτον δὲ τῆς ἱστορίας ἐρῶ τὴν ὑπόθεσιν. Πλεῖστοι προφῆται γεγένηνται, ὧν τὰς μὲν βίβλους οὐχ εὕρομεν, τὰς δὲ προσηγορίας ἐκ τῆς τῶν Παρα λειπομένων μεμαθήκαμεν ἱστορίας. Τούτων ἕκαστος εἰώθει συγγράφειν ὅσα συνέβαινε γίνεσθαι κατὰ τὸν οἰκεῖον καιρόν. Αὐτίκα γοῦν καὶ ἡ πρώτη τῶν Βασιλειῶν, καὶ παρ' Ἑβραίοις, καὶ παρὰ Σύροις, προφητεία Σαμουὴλ ὀνομάζεται. Ἀλλὰ τοῦτο γνῶ ναι ῥᾴδιον τῷ βουλομένῳ τὸ προειρημένον ἀναγνῶ ναι βιβλίον. Οἱ τοίνυν τῶν Βασιλειῶν τὴν βίβλον συγγεγραφότες, ἐξ ἐκείνων τῶν βιβλίων τὰς ἀφορ μὰς εἰληφότες, μετὰ πλεῖστον συνέγραψαν χρόνον. Πῶς γὰρ οἷόν τε ἦν τῷ Σαοὺλ, ἢ τῷ ∆αβὶδ συνηκ μακότι τὰ ἐπὶ Ἐζεκίου καὶ Ἰωσίου γεγονότα συγγράψαι· καὶ τὴν τοῦ Ναβουχοδονόσορ στρατιὰν, καὶ τῆς Ἱερουσαλὴμ τὴν πολιορκίαν, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμὸν, καὶ τὴν εἰς Βαβυλῶνα μετά στασιν, καὶ τοῦ Ναβουχοδονόσορ τὴν τελευτήν; ∆ῆ λον τοίνυν, ὡς τῶν προφητῶν ἕκαστος συνέγραψε τὰ ἐν τοῖς οἰκείοις πεπραγμένα καιροῖς. Ἄλλοι δέ τινες ἐκεῖνα συναγαγόντες, τὴν τῶν Βασιλειῶν συντε θείκασι βίβλον. Καὶ αὖ πάλιν, τῶν ὑπὸ τούτων πα ραλειφθέντων ἕτεροί τινες ἱστοριογράφοι γεγένην ται· καὶ τὴν παρὰ σφῶν συγγραφεῖσαν Παραλειπο μένων προσηγόρευσαν βίβλον· ὡς τὰ παρὰ τῶν προτέρων παραλειφθέντα διδάσκουσαν.
ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ.
ΕΡΩΤΗΣΙΣ Αʹ. Ὁ Σαμουὴλ ἱερεὺς ἦν, ἢ Λευΐτης; ΑΠΟΚΡΙΣΙΣ. Τριῶν ὁ Λευῒ
γεγένηται παίδων πατήρ· τοῦ Γηρ σὼν, τοῦ Καὰθ, καὶ τοῦ Μεραρή. Τοῦ δὲ Καὰθ ἐγένοντο παῖδες Ἀμβρὰμ, καὶ Ἰσαὰρ, καὶ Χεβρὼμ, 80.532 καὶ Ὀζιήλ· τοῦ δὲ Ἀμβρὰμ Ἀαρὼν, Μωσῆς, καὶ Μαριάμ. Τοῦ δὲ Ἰσαὰρ ἔκγονος μὲν ὁ Κορὲ, ἀπόγονος δὲ Ἑλκανὰ τοῦ Σαμουὴλ ὁ πατήρ. Ὁ τοίνυν Σαμουὴλ πέμπτος καὶ δέκατος μὲν ἀπὸ Λευΐ· τῆς δὲ Καὰθ ἦν πατριᾶς· ἣ τῶν ἄλλων προεκέκριτο, τῷ τοὺς ἀρχιερέας ἐξ αὐτῆς ἠνθηκέναι· διὸ δὴ καὶ φέρειν αὐτοῖς ἀπενεμήθη τὰ σκεύη τὰ ἅγια. ΕΡΩΤ. Βʹ. ∆ιατί ὁ Ἑλκανὰ δύο εἶχε γυναῖκας; Οὔτε ἐπέτρεψεν ὁ νόμος δυσὶν ἢ πλείοσι γυ ναιξὶν ἐννόμως συναφθῆναι, οὔτε μὴν ἐκώλυσε· συγχωρῶν τὸ ἔλαττον, ἵνα κωλύσῃ τὸ μεῖζον. Τῇ δυνάμει γὰρ τῶν δεχομένων ἐμέτρει τοὺς νόμους. Τοῦτό φησι καὶ ὁ θεῖος Ἀπόστολος· "Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος." ΕΡΩΤ. Γʹ. Τί ἐστι τὸ, "Ἀπέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς;" ∆ιδάσκει τοὺς ἐντυγχάνοντας οὗτος ὁ λόγος, μὴ τῷ γάμῳ θαῤῥεῖν, ἀλλὰ τὸν ποιητὴν εἰς ἐπικουρίαν κα λεῖν. Ὥσπερ γὰρ ἴδιον μὲν τοῦ γεωργοῦ τὸ κατα βάλλειν τὰ σπέρματα, τοῦ δὲ Θεοῦ τὸ τελεσιουργεῖν τὰ