1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

1

Interpretatio in xii prophetas minores

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΥΣ ∆Ω∆ΕΚΑ ΠΡΟΦΗΤΑΣ.

ΠΡΟΛΟΓΟΣ. Ἴσως μέν τινες περιττόν τι ποιεῖν καὶ παρέλκον νομιοῦσιν ἡμᾶς τῆς

προφητικῆς ἑρμηνείας κατατολ μῶντας, ἅτε δὴ καὶ ἄλλων τινῶν τοῦτον διηνυκότων τὸν πόνον· ἀλλ' εἰσὶν οἱ τὰ θεῖα περὶ πολλοῦ ποιού μενοι, καὶ τὴν ἱερὰν ἀκριβῶς πεπαιδευμένοι Γραφὴν, οἳ οὐ μόνον ἡμῖν οὐ νεμεσήσουσιν, οὐδὲ τοῖς φιλαι τίοις ἐκείνοις παραπλησίως ἐπιμέμψονται, ἀλλὰ καὶ ἀποδέξονται, ὡς εἰκὸς, καὶ ἐπαινέσονται, κἂν μή τι γενναῖον ἐν τοῖς συγγράμμασιν εὕρωσιν. Ἀπόχρη γὰρ παρὰ τοῖς δικαίοις κριταῖς, καὶ μόνη ἡ προθυμία δρέψασθαι τὴν εὐφημίαν· οὕτω γὰρ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐν τοῖς μὲν ἱεροῖς Εὐαγγελίοις ἀντ' ὀβολῶν δύο τὴν χήραν ἐκείνην ἐπαινίωσεν ἐγκωμίοις, τῇ ποιότητι τῆς γνώμης, οὐ τῇ τοῦ δώρου ποσότητι τὸν ἔπαινον ψηφισάμενος. Ἐν δὲ τῷ νόμῳ, τοῖς εὐπό ροις παρεγγυήσας χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους εἰς τὴν κατασκευὴν προσενεγκεῖν τῆς σκη νῆς, οὐδὲ τοὺς πενίᾳ συζῶντας τῆς ἐντεῦθεν ἐστέ ρησεν εὐλογίας· ἀλλὰ προσέταξε τοὺς μὲν δέρματα, τοὺς δὲ τρίχας προσφέρειν· αἱ δὲ καὶ τούτων σπανί ζουσαι, τὴν ἰσχὺν καὶ τὴν τέχνην ἀντὶ τούτων προσ έφερον, νήθουσαι τὰς τρίχας, καὶ ἐξυφαίνουσαι. Πρὸς δὲ τούτοις ἴσμεν οὐ μόνον Μωσέα τὸν μέγαν 81.1548 χρηματίσαντα προφήτην, ἀλλὰ καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ Σαμουὴλ, καὶ ∆αβὶδ, καὶ Νάθαν, καὶ Γὰδ, καὶ Ἀχιὰ, καὶ Ἠλίαν, καὶ Ἐλισσαῖον, καιμυρίους πρὸς τούτοις ἑτέρους· καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα οὐ μόνον Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας, καὶ ἅπας ὁ τῶν ἀποστόλων χορὸς, οὐδὲ Παῦλος καὶ Βαρνάβας, οἱ μετὰ τούτους χειροτονηθέντες, εἰς ἅπαντας διεπόρθμευον ἀνθρώ πους, ἀλλὰ καὶ Σίλας, καὶ Τῖτος, καὶ Τιμόθεος, καὶ Ἀπολλὼς, οἱ τῶν μεγάλων ἐκείνων ἀνδρῶν μαθηταί. Ἀλλ' οὐδὲ μέχρι τούτων ἔστη τῆς διδασκαλίας ἡ χάρις, ἀλλὰ καὶ τοὺς τούτων ἐφώτισε διαδόχους, καὶ τοὺς μετ' ἐκείνους. Καὶ μέχρι δὲ νῦν ἐν ταῖς θείαις Ἐκκλησίαις ἡ τοῦ παναγίου Πνεύματος ἀναβλύζει πηγὴ, καὶ διανέμει τοῖς ἀνθρώποις τὰ θεόσδοτα δῶρα. Οὐδὲν οὖν ἀπεικὸς τοῖς ὀρθῇ ψήφῳ καὶ δικαίᾳ κεχρημένοις ποιήσειν δόξομεν, εἰ καθάπερ τινὰς τρίχας, τὰς τῆς ἡμετέρας διανοίας ὠδῖνας εἰς τὴν τῆς νέας σκηνῆς κατασκευὴν προσενέγκαιμεν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ καὶ τοῖς ἑτέρων ἐνθυμήμασί τις ἀκολουθεῖν ἡμᾶς φήσειε, καὶ οὕτως εὑρήσει τὸν δυνατὸν ἡμῖν ἔρανον συνεισφέρον τας. Ὁμοίως γὰρ ἐκείναις, αἳ τὰς ὑπ' ἄλλων προσ ενεχθείσας ἔνησαν καὶ ἐξύφαναν τρίχας, καὶ τὰς τῆς σκηνῆς κατεσκεύασαν δέῤῥεις, καὶ ἡμεῖς ἔνθεν κἀκεῖθεν τὰ καλῶς εἰρημένα συλλέξαντες, ἓν ἐκ πάν των ἐξυφανοῦμεν σὺν Θεῷ φάναι σύγγραμμα, τῶν δυοκαίδεκα προφητῶν δήλην ποιοῦντες τοῖς ἐντυγ χάνουσι τὴν διάνοιαν. Εἰκὸς δὲ, ὅτι καὶ ἡμεῖς οἷόν τινι λύχνῳ τῷ θείῳ κεχρημένοι λόγῳ, εὑρήσομεν ἑρμηνείαν τῆς ἀληθείας ἐχομένην. Οὐ γὰρ ἀπέσβη τῆς θείας φιλοτιμίας ἡ χάρις, ἀλλὰ πηγάζει καὶ χορηγεῖ τὰς μεγίστας δωρεὰς, οὐ τοῖς ἀξίοις μόνοις, ἀλλὰ καὶ τοῖς τῆς τελειότητος ἀποδέουσιν. Ὁρῶμεν δὲ καὶ τὸν αἰσθητὸν ἥλιον οὐ μόνον τοῖς παλαιοτάτοις ἀνθρώποις, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους καὶ ἡμῖν τοῖς, ὀψιγόνοις, τὰς οἰκείας ἀκτῖνας ἐκπέμποντα, καὶ ὁμοίως ἅπασαν γῆν καὶ θάλατταν καταυγάζοντα. Τοιγάρτοι πολλῷ μᾶλλον ὁ τούτου δημιουργὸς, ὁ καὶ τοῦτον διὰ μόνην ἀγαθότητα κτίσας, καὶ τῶν οὕτω πως πρὸς αὐτὸν ἀναβλέπειν προαιρουμένων κατα φωτίζει τὸν νοῦν. Ἐπὶ ταύτης τῆς ἐλπίδος ὀχούμενοι, καὶ τῶν φιλαιτίων οὐδένα λόγον ποιούμενοι, τῆς προ φητικῆς ἑρμηνείας καταθαῤῥήσομεν,