1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

123

βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκά λων οὐ μὴ κατοικηθήσεται." Ἡ Τύρος, φησὶ, καὶ Σιδὼν, ἐπὶ πλούτῳ βρενθυόμεναι, καὶ τοῖς ὀχυροῖς περιβόλοις θαῤῥοῦσαι, συμφοραῖς παντοίαις παρα δοθήσονται. Τὰ μὲν γὰρ αὐτῶν ἡ θάλαττα ἐπικλύ σασα ὑποβρύχια δείξει· τὰ δὲ πυρὶ καταναλωθή σεται, τοῦ Θεοῦ τῶν ὅλων ταύτην κατ' αὐτῶν τὴν ψῆφον ἐκφέροντος. Τὸ δὲ, Κύριος κληρονομήσει αὐτοὺς, ταύτην ἔχει τὴν ἑρμηνείαν· Ἐπειδὴ σφᾶς αὐτοὺς τῆς θείας κηδεμονίας ἀφώρισαν, πεῖραν τῆς αὐτοῦ δυνάμεως λήψονται. Ταῦτα δὲ ἡ Ἀσκάλων ὁρῶσα, καὶ ἡ Γάζα, περιδεεῖς ἔσονται, καὶ μετὰ τῆς Ἀκκάρων ὀλοφυρόμενοι διατελοῦσιν· ὅτι κατῃ σχύνθη, τουτέστι ἡ Τύρος, ἐπὶ τῷ παραπτώματι αὑτῆς. Ἀλλὰ μὴν καὶ τῆς Γάζης καταπαύσω τὴν βασιλείαν, καὶ τὴν Ἀσκάλωνα γυμνὴν τῶν οἰκητόρων ἀποφανῶ, καὶ ἀλλογενεῖς αὐτήν τε καὶ τὴν Ἄζωτον κατοικεῖν παρασκευάσω. Τὸ γὰρ, Ἀσκάλων οὐ μὴ κατοικηθῇ, περὶ τῶν τότε ἀνθρώπων λέγει, οὓς σφαγῇ τε καὶ δουλείᾳ παρέδωκε. ∆ιότι ἐπή γαγεν· ʹ, ζʹ. "Καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων, καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ τοῦ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου τῶν ὀδόντων αὐτῶν." Μήτηρ ἄρα εὐεργεσίας ἡ ὑπὸ τοῦ Θεοῦ ἐπιφερομένη παι δεία· διὰ ταύτην γὰρ καὶ τοὺς ἀλλοφύλους ἔφη τῆς μὲν προτέρας παύεσθαι παρανομίας καὶ δυσσεβείας, τοῦ δὲ Θεοῦ τὴν ἐπίγνωσιν δέχεσθαι. Τοῦτο γὰρ ἐδή λωσεν εὐθὺς ἐπαγαγών· "Καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχοι ἐν τῷ Ἰούδᾳ, καὶ ὁ Ἀκκάρων ὡς ὁ Ἰεβουσαῖος." Βδελυξάμενοι γὰρ τὰς τῶν εἰδώλων θυσίας, ὧν πρὶν ἐνεπίμπλαντο, ὑπὸ τὴν τοῦ Θεοῦ κηδεμονίαν ἑαυτοὺς τάξουσι, καὶ τῷ Ἰούδᾳ συγκαταλεγόμενοι, δίκην τινῶν διαπρέψουσι χιλιάρχων, καὶ τοῖς οἰκοῦσι τὴν Ἱερουσα λὴμ ὁμότιμοι γενήσονται. Τούτους γὰρ Ἰεβουσαίους ἐκάλεσεν· Ἰεβοὺς γὰρ αὕτη πάλαι προσηγορεύετο. ηʹ. "Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα, τοῦ μὴ διαπορεύεσθαι, μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς οὐκέτι ἐξελαύνων· διότι νῦν ἑώρακα ἐν τοῖς ὀφθαλμοῖς μου." Περίβλεπτον τὸν ἐμὸν οἶκον ἀποφανῶ, καὶ δυνάμενος τὸν ἐμὸν ἐμπλήσω λαὸν, ὥστε τοὺς ἐπιέναι τολμῶντας 81.1921 αὐτοῖς πολεμίους μὴ ἀναστρέφειν, μηδὲ τὰ οἰκεῖα καταλαμβάνειν, αὐτοῦ δεχομένους τὴν τιμωρίαν· τοὺς δὲ ἄλλους τὰ τούτων θεωμένους πάθη, οἴκοι μένειν δεδιότας, καὶ τὰς κατὰ τοῦ λαοῦ προσβολὰς μὴ θαῤῥεῖν· ταύτην γὰρ αὐτῶν ἐπὶ τοῦ παρόντος ἐδοκίμασα τὴν κηδεμονίαν ποιήσασθαι. Ταῦτα μέντοι καὶ ἐπὶ τῶν Μακκαβαίων τὸ τέλος ἐδέξατο, Ἰούδα, καὶ Ἰωνάθαν, καὶ Σίμωνος στρατηγούντων· μετὰ γὰρ τὴν νίκην, τὰς τῶν ἀλλοφύλων κατεδουλώσαντο πόλεις, καὶ Ἰουδαίους ἀντ' ἐκείνων κατῴκισαν, καὶ μέντοι καὶ ἐξ αὐτῶν ἐκείνων πολλοὺς παρεσκεύασαν μεταμαθεῖν τὴν εὐσέβειαν. Ἡ δὲ ἀκριβὴς ἔκβασις τῆς προφητείας μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπι φάνειαν ὤφθη· νῦν γὰρ τὴν τῶν εἰδώλων ἀρνησά μενοι πλάνην, καὶ Ἀσκαλωνῖται, καὶ Ἀκκαρωνῖται, καὶ οἱ ἄλλοι ἀλλόφυλοι, τὸ τῆς θεογνωσίας εἰσεδέ ξαντο φῶς· καὶ οἱ ἐξ αὐτῶν ποιμαίνειν αὐτοὺς λαχόντες, οἷόν τινες χιλίαρχοι καὶ στρατηγοὶ δια λάμπουσιν. Οὗ χάριν τὸ πανάγιον Πνεῦμα προθεσπί σαν ἐκεῖνα, καὶ τὸν τούτων τῶν ἀγαθῶν αἴτιον δεί κνυσι, καὶ βοᾷ διὰ τοῦ προφήτου· θʹ. "Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύ γατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων· οὗτος πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον, καὶ πῶλον νέον." Ταῦτα δὲ σαφῆ διὰ τῶν πραγμάτων ἔχει τὴν ἑρμηνείαν· ἧκε γὰρ ὁ προφητευόμενος βασιλεὺς, καὶ τῇ οἰκείᾳ δικαιοσύνῃ τὴν ἁμαρτίαν κατέπαυσε, καὶ τῇ πραότητι τοῦ δια βόλου τὴν ἀλαζονείαν κατέλυσε, καὶ πώλῳ ὄνου χρη σάμενος, τοὺς ἐπὶ χρυσῶν καὶ λιθοκολλήτων ὀχημά των φερομένους βασιλέας ἔχει προσκυνητάς. Περὶ τούτου τοῦ πώλου καὶ ὁ μακάριος Ἰακὼβ προθεσπί ζει, λέγων· "∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον τῆς ὄνου αὑτοῦ." ιʹ. "Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ· καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν." Ταύτῃ, φησὶ, κεχρημένος τῇ μετριότητι, τῶν ὅλων