1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

127

κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. (γʹ.) Φωνὴ θρηνούντων ποιμέ νων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου." Τροπικῶς μὲν κατὰ τὸ οἰκεῖον ἰδίωμα εἴρηκεν ἅπαντα. Λέοντας δὲ ὅμως καὶ ποιμένας, τοὺς βασιλέας καὶ τοὺς ἄρχοντας ὀνο μάζει· δρυμὸν δὲ σύμφυτον, τὴν ἄκαρπον δυνα στείαν. Τούτους δὲ ἅπαντας ὀδύρεσθαι καὶ θρηνεῖν ἔφη, μέγα μὲν κατὰ τοῦ Ἰορδάνου φρονήσαντας, τῆς δὲ ἐλπίδος ψευσθέντας. ∆ιά τε τοῦ Ἰορδάνου τὴν Ἰουδαίων ᾐνίξατο γῆν· δι' αὐτῆς γὰρ οὗτος τὴν πορείαν ποιεῖται· ταῦτα μὲν οὖν περὶ τῆς ἐσομένης Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον εὐπραξίας ὁ θεῖος προηγόρευσε Ζαχαρίας. Ἐντεῦθεν δὲ λοιπὸν τὰ καταληψόμενα αὐτοὺς διὰ τὴν οἰκείαν παρανομίαν προθεσπίζει κακά. δʹ. "Τάδε λέγει Κύριος παντοκράτωρ· Ποίμαινε τὰ πρόβατα τῆς σφαγῆς." Τίς δὲ ταῦτα ἐποίμανεν ἢ ὁ ∆εσπότης Χριστὸς, ὁ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοῶν· "Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·" Ἀλλὰ μηδεὶς αὐτὸν, ὡς ποιμένα καλούμενον, σμι κρύνειν τολμάτω· οὗτος γὰρ τῆς ἡμετέρας εἵνεκα σωτηρίας οὐ μόνον ποιμὴν, ἀλλὰ καὶ ἀμνὸς ὠνομά σθη, καὶ πρόβατον. Καὶ τί λέγω πρόβατον καὶ ἀμνόν; κατάρα γὰρ καὶ ἁμαρτία προσηγορεύθη, ἵνα τῶν ἀνθρώπων καὶ τὴν ἁμαρτίαν λύσῃ, καὶ τὴν κατάραν. Τούτῳ τοίνυν ὁ Πατὴρ λέγει· "Ποίμαινε τὰ πρό βατα τῆς σφαγῆς·" ἑλομένῳ λαβεῖν τὴν τοῦ δούλου μορφὴν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ τῶν ἀνθρώπων τὴν φύσιν. Ὡς ἄνθρωπος τοίνυν, οὐχ ὡς Θεὸς, ταύ τας λαμβάνει τὰς ἐντολάς· ὡς μὲν γὰρ Θεὸς, τοῦ γεγεννηκότος ὁμότιμος· ὡς δὲ ἄνθρωπος, βοᾷ· 81.1933 "Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ἐντολὴν ἔλαβον, τί εἴπω, καὶ τί λαλήσω." Οὕτως αὐτῷ καὶ ἐνταῦθα ἐντέλλεται· "Ποίμαινε τὰ πρόβατα τῆς σφαγῆς." Καὶ διδά σκων τίνος αὐτὰ χάριν οὕτως προσαγορεύει, ἐπήγα γεν· εʹ. "Ἃ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετ εμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς." Ὑπὸ δυσσεβῶν γὰρ βασιλέων, καὶ παρανόμων ἱερέων ἀγόμενοι, μυρία ὅσα ὑπ' αὐτῶν ἔπασχον δεινά. Πλήρης δὲ τῶνδε τῶν διηγημάτων τῶν τε Μακκαβαίων ἡ ἱστορία, καὶ τὰ Ἰωσήππου συγγράμματα. Φιλοτιμίας γὰρ καὶ φιλοχρηματίας εἰσδεξάμενοι νόσον, ὠνητὰς τὰς ἱερωσύνας εἰργάσαντο, καὶ τὴν οὐδαμόθεν προσ ήκουσαν αὐτοῖς ἀξίαν ἐπρίαντο. Ἐντεῦθεν τὰ μυρία Ἰουδαίοις συνέβη δεινά. Τούτου γε εἵνεκα τοῖς μὲν ποιμέσιν ἀπειλεῖ τιμωρίαν, τῶν δὲ προβάτων πᾶσαν ποιεῖται κηδεμονίαν. Περὶ δὲ τῶν δυσσεβούντων φησί· ʹ. "∆ιὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοι κοῦντας τὴν γῆν, λέγει Κύριος. Καὶ ἰδοὺ ἐγὼ παρα δίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὑτοῦ, καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ τῆς χειρὸς αὐτῶν." Ἐκείνους δὲ, φησὶ, διὰ τὴν οἰκείαν παρανομίαν ἀτημελήτους κατα λιπὼν, τῶν ἐπιεικεστέρων πᾶσαν ποιήσομαι πρό νοιαν. Τοῦτο γὰρ δι' ὧν ἐπήγαγε παρεδήλωσε. ζʹ. "Καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς ἐν τῇ γῇ Χαναάν." Τοῦτο τισὶ μὲν ἔδοξε τὴν Παλαιστί νην αἰνίττεσθαι· ἐμοὶ δὲ δοκεῖ τὴν ἀλλοτρίαν ση μαίνειν· διὰ γὰρ τοῦ Χαναὰν τοὺς ἀλλοτρίους αἰ νίττεται. Λέγει τοίνυν· Τοὺς ὁπουδήποτε πιστεῦσαί μοι προαιρουμένους ὑπὸ τὴν ἐμὴν τάξω κηδεμονίαν. "Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους· τὴν μίαν ἐκάλεσα Κάλλος, καὶ τὴν ἑτέραν ἐπεκάλεσα Σχοίνι σμα· καὶ ποιμανῶ τὰ πρόβατα." ∆ύο ῥάβδους καλεῖ τὰ ἔθνη καὶ Ἰουδαίους. ∆ύο γὰρ πάλαι γε νικὰ δόγματα, τὸ μὲν θεοσέβειαν ἐκπαιδεῦον, ὃ παρὰ Ἰουδαίους ἐκράτει· τὸ δὲ πρεσβεῦον τῶν εἰδώλων τὴν πλάνην, ᾗ διαφόρως ἅπαντα πάλαι τὰ ἔθνη κατείχετο. Καὶ ἐκ τούτων τοίνυν, φησὶ, καὶ ἐξ ἐκεί νων συναθροίσω πρόβατα, καὶ μίαν ἑκατέρωθεν ἐργάσομαι ποίμνην. Τοῦτο καὶ ἐν τοῖς ἱεροῖς Εὐαγ γελίοις ἔφη· "Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, καὶ εἷς ποιμήν. Τοὺς γὰρ ἐξ ἐθνῶν