1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

23

ιαʹ. "Ἥξουσιν ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων, καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος." Ὃν τρόπον γὰρ τά τε ἄλλα ὄρνεα, καὶ διαφερόντως αἱ περιστεραὶ, τῇ πτήσει χρώμεναι καὶ περιπετόμεναι, ῥᾳδίως ἐπανίασιν εἰς τὰς οἰκείας καλιάς· οὕτω καὶ ὑμᾶς τοὺς μὲν ἔνθεν, τοὺς δὲ ἐκεῖθεν, εὐπετῶς ἐπαν άξει, καὶ τὴν ἐνεγκοῦσαν ἀπολαβεῖν παρασκευάσει. ∆ηλοῖ δὲ διὰ τούτων τὴν ἐπὶ τοῦ Ζοροβάβελ γενομέ νην ἐπάνοδον· τῶν γὰρ ἀπὸ Βαβυλῶνος ἐπανελθόν των, καὶ τὴν Ἱερουσαλὴμ ἀνοικοδομούντων κατὰ τὸν Κύρου τοῦ Πέρσου νόμον, καὶ οἱ ἐν Αἰγύπτῳ διάγοντες θαῤῥήσαντες ἐπανῆλθον. ιβʹ. "Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραῒμ, καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα." Ἐγὼ μὲν, φησὶ,τοσαύτης αὐτοὺς ἀξιῶ προμηθείας· αὐτοὶ δὲ τοῖς ἐναντίοις ἀμείβονται, τὴν ψευδῆ καὶ δυσσεβῆ λατρείαν τῆς ἐμῆς προαιρούμενοι θεραπείας. "Νῦν ἔγνω αὐ τοὺς ὁ Θεὸς, καὶ λαὸς ἅγιος κεκλήσεται Θεοῦ." Ἀλλ' ὅμως καὶ τοιούτους ὄντας ἐπιμελείας ἀξιώσω, καὶ λαὸν τῷ Θεῷ τῶν ὅλων ἀφιερωμένον χρηματίσαι ποιήσω.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. "Ὁ δὲ Ἐφραῒμ, πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα ὅλην

τὴν ἡμέραν." Καὶ διδάσκων, τί 81.1616 καύσωνα καλεῖ, ἐπάγει· "Κενὰ καὶ μάταια ἐπλή θυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων ἔθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο." Πονηρὸν πνεῦμα τὴν πονηρὰν προσαγορεύει προαίρεσιν· τὴν δὲ περὶ τὸν καύσωνα σπουδὴν, τὸν οὐ μόνον ἄκαρπον, ἀλλὰ καὶ ἐπιζήμιον λέγει πόνον. Ἐμοῦ γὰρ, φησὶ, τοιαύτῃ περὶ αὐτοὺς κεχρημένου τῇ γνώμῃ, μοχθηρίᾳ συ ζῶντες βουνοὺς καὶ πλῆθος εἰδώλων ἀνέστησαν· ταῦτα γὰρ κενὰ καὶ μάταια κέκληκεν, ἃ δίκην καύ σωνος ἅπαντας αὐτῶν διαφθερεῖ τοὺς καρπούς. Πρὸς δὲ τούτοις, καὶ τῆς ἐμῆς σφᾶς αὐτοὺς ἀποστή σαντες κηδεμονίας, νῦν μὲν τὸν Ἀσσύριον προ στατεύειν αὐτῶν ἐλιπάρησαν, νῦν δὲ τῶν Αἰγυπτίων τὴν ἐπικουρίαν ἐζήτησαν. Ἐλαίου γὰρ ἐμπορίαν τοῦτο καλεῖ. Οὐ γὰρ τῆς ἐμπορίας κατηγορεῖ, ἀλλὰ τῶν δύο τὸ ἕτερον αἰνίττεται· ἢ ὅτι τὸ ἔλαιον οἷόν τι δῶρον τῷ τῶν Αἰγυπτίων προσέφερον βασιλεῖ, ἢ ὅτι χρυσὸν προσφέροντες τὸν παρ' ἐκείνου ἐπήγγελλον ἔλεον, ἐπίκουρον αὐτοῖς γενέσθαι παρακαλοῦντες. βʹ. "Καὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν, τοῦ ἐκδι κῆσαι τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ." Ἀλλὰ γὰρ τούτων οὕτω παρ' αὐτῶν γιγνομένων, δικαστήριον συγκροτήσω· καὶ τὴν τοῦ Ἰούδα παρανομίαν ἐλέγξω, καὶ δικαίαν κατ' αὐτοῦ τὴν ψῆφον ἐξοίσω, ὅτι τοῦ προπάτορος τὴν ἀρετὴν οὐκ ἐζήλωσεν, ἀλλὰ τῇ δυσσεβείᾳ τὸν πρόγονον ὕβρισεν. Εἶτα τὰ κατὰ τὸν Ἰακὼβ τὸν πατριάρχην εἰς μέσον φέρει, τῇ παρα θέσει τῆς πατρῴας ἀρετῆς ἐναργέστερον τὴν τούτων διελέγχων παρανομίαν. γʹ, δʹ. "Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὑ τοῦ, καὶ ἐν κόποις αὑτοῦ ἴσχυσε πρὸς Θεόν. Καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνήθη." Ἐκεῖνος, φησὶ, καὶ κατ' αὐτὸν τὸν τῶν ὠδίνων καιρὸν τῆς τοῦ ἀδελφοῦ πτέρνης ἐπειλημμένος εἰς φῶς προελή λυθε, προσημαίνων οἷος ἔσται, καὶ ὅτι τῶν πρωτο τοκίων διὰ τῆς καλῆς ἀπάτης κομιεῖται τὴν εὐλο γίαν. Καὶ τοῦ χρόνου δὲ προελθόντος εἰς ἄνδρα τελέ σας, οὕτως ἐν τοῖς τῆς ἀρετῆς διέπρεψε πόνοις, ὡς καὶ τὴν θείαν προμήθειαν ἐπισπάσασθαι, καί ποτε δείσας τὴν ἄφιξιν τοῦ Ἡσαῦ, καὶ τὸν Θεὸν ἀντιβολή σας, οὐχ ἁπλῶς τῆς ἐκεῖθεν ἐπικουρίας ἀπήλαυσεν, ἀλλὰ καὶ παλαίειν ἔδοξε νύκτωρ ὀφθέντι, καὶ δρέ πεσθαι τὴν νίκην, ἵνα τὸ δέος τῆς διανοίας ἐκβάλῃ, λογισάμενος ὡς ὁ τοῦ Θεοῦ περιγενέσθαι δόξας, ὑπ' ἀνθρώπων οὐχ ἡττηθήσεται. Τὸν δὲ αὐτὸν καὶ Θεὸν καὶ ἄγγελον κέκληκεν, ἐπειδὴ καὶ ὁ μακάριος Μω σῆς ἀμφότερα τέθεικε τὰ ὀνόματα. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς ἰσχυρὸς, καὶ μεγά λης βουλῆς Ἄγγελος παρὰ τῷ Ἡσαΐᾳ προσηγόρευται. "Ἔκλαυσαν, καὶ ἐδεήθησάν μου, ἐν τῷ οἴκῳ Ὢν ηὗρόν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς." Τοῦτο οἱ ἄλλοι ἑρμηνευταὶ, καὶ Ἀκύλας, καὶ Σύμμαχος, καὶ Θεοδοτίων, ὡς περὶ τοῦ Ἰακὼβ εἰρημένον τε 81.1617 θείκασιν· "Ἔκλαυσε, καὶ