1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

26

ἐπιφαινομένην νεφέλην, ἀνίσχων ὁ ἥλιος τὴν μὲν δαπανᾷ ῥᾳδίως, τὴν δὲ σκεδάννυσιν εὐπετῶς, τὸν δὲ τῆς ἅλω χνοῦν βίαιος ἄνεμος εὐ μαρῶς ἀφανίζει, ἀτμὸν δὲ ἐν ἀέρι γινόμενον νέφος ἀκρίδων ἐπιγενόμενον διαλύει· οὕτως ὑμᾶς τῶν πο λεμίων ἀναλώσει τὸ νέφος, καὶ τὴν νῦν ὑφ' ὑμῶν οἰ κουμένην γῆν ἔρημον καταστήσει. δʹ. "Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, στερεῶν οὐρανὸν, καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔπλασαν τὴν στρατιὰν αὐτοῦ." Τουτέστιν· Ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐ μόνον κτίζων, ἀλλὰ καὶ τὸ ἐπιμένειν αὐτοῖς ἐπὶ πλεῖστον δωρούμενος· ἐγὼ καὶ πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ εἰς τὸ εἶναι παρήγαγον, εἴτε ὁρατὴν, εἴτε ἀόρατον, εἴτε τὰς ἄνω δυνά μεις καὶ νοητὰς φύσεις, εἴτε τῶν ἀστέρων τὸ πλῆθος, σὺν ἡλίῳ καὶ σελήνῃ, τοῖς μεγάλοις φω στῆρσι. "Καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν. (εʹ.) Καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ Θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σώζων οὐκ ἔστι πάρεξ ἐμοῦ." Νομοθετῶν γάρ σοι μετὰ τὴν γενομένην ἐλευθερίαν, καὶ τῆς Αἰγύπτου τὴν ἀπαλλαγὴν, παρ ηγγύησα μηδένα ἕτερον πλὴν ἐμοῦ εἰδέναι Θεόν. "Οὐ ποιήσεις γὰρ, εἶπον, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασι ὑποκάτω τῆς γῆς." Οὐ μόνον δέ σε τῆς πικρᾶς τῶν Αἰγυπτίων ἠλευθέρωσα δουλείας, ἀλλὰ καὶ "Ἐν τῇ ἐρήμῳ ἐποίμαινόν σε, ἐν γῇ ἀοικήτῳ. ( ϛʹ.) Κατὰ τὰς νομὰς αὐτῶν." Ἀντὶ τοῦ, Τὰς ἁρ μοττούσας σοι χορηγῶν χρείας, μάννα ἐξ οὐρανοῦ, ὀρτυγομήτρας ἐκ θαλάττης, ὕδωρ ἐκ πέτρας. Οὐ γὰρ, ὡς ἐν ἐρήμῳ διάγοντες, ἐν σπάνει τῶν ἀναγκαίων ἦσαν, ἀλλ' "Ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκεν τούτου ἐπελά θοντό μου." Τοιαῦτα καὶ ὁ θεῖος ἔφη περὶ αὐτῶν Μωσῆς· "Καὶ ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε Κύριον τὸν ποιήσαντα αὐτόν." Ἀλλ' οὐκ ἐάσω αὐτὸν, φησὶν, ἀπαί δευτον· ζʹ. "Ἔσομαι δὲ αὐτῷ, φησὶν, ὡς πάνθηρ, καὶ ὡς πάρδαλις, κατὰ τὴν ὁδὸν τῶν Ἀσσυρίων." Τοὺς γὰρ θηριώδεις αὐτῷ πολεμίους ἐπαναστήσω, πάνθη ρος δίκην καὶ παρδάλεως χρησομένους αὐτῷ. Ἐπειδὴ γὰρ αὐτὸς, ἅτε δὴ πάντα πρυτανεύων, ἐπάγει τοὺς πολεμίους, ἑαυτὸν πάνθηρι καὶ παρδάλει ἀπεικάζε σθαι λέγει. Προστέθεικε δὲ, ὅτι ηʹ. "Ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας αὐτῶν." Καθά 81.1625 περ γὰρ ἡ ἄρκος στενοχωρουμένη, καὶ φυγεῖν οὐ δυναμένη, μετὰ πολλῆς τῆς μανίας τοῖς προσιοῦσιν ἐπέρχεται· οὕτως οἱ πολέμιοι φειδοῦς αὐτοὺς οὐδε μιᾶς ἀξιώσουσιν, ἀλλ' ὠμὴν καὶ ἀπηνῆ περὶ αὐτοὺς ἐπιδείξονται γνώμην. Ταῦτα δὲ εἰς αὐτοὺς διαπρά ξομαι, τὴν συγκεκλεισμένην αὐτῶν καρδίαν καὶ δια νοιχθῆναι μὴ βουλομένην, ἀλλ' ἀτεράμονα καὶ ἀκαμ πῆ μένουσαν, διανοῖξαι καὶ κατανῦξαι βουλόμενος, καὶ εἰς ἐπίγνωσιν τοῦ προσήκοντος ἀγαγεῖν. "Καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, καὶ θηρία ἀγροῦ διασπάσει αὐτούς." ∆ιαφόρως εἴρηκε τὰ αὐτὰ, τῷ πλήθει τῶν φοβερῶν εἰκόνων τοὺς ἀναλγησίαν νοσοῦντας καταπλήττων καὶ δεδιττόμενος. Εἶτα θρη νεῖ καθ' αὑτὸν, καὶ ὀνειδίζει, καὶ τῆς προτέρας ἀβελ τηρίας ἀναμιμνήσκει. θʹ, ιʹ. "Τῇ διαφθορᾷ σου, Ἰσραὴλ, τίς βοηθήσει σοι; Ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου, καὶ κρινάτω σε, ὃν εἶπας· ∆ός μοι βασιλέα καὶ ἄρχοντα." Τίς ἂν πρὸς ἀξίαν τὴν διαφθοράν σου, ὦ Ἰσραὴλ, θρηνήσειε; Μεμένη κας γὰρ πάσης ἔρημος βοηθείας, καὶ ταῦτα ὑπὸ βα σιλέως ἀρχόμενος, καὶ ὑπὸ τούτῳ πολιτευόμενος· τὴν γὰρ ἐμὴν ἀτιμάσας ἡγεμονίαν, ἄνθρωπον ἔχειν ἐπόθησας βασιλέα. ιαʹ. "Ἐγὼ δὲ ἔδωκά σοι ἐν τῇ ὀργῇ μου· ἀλλὰ ἀνέσχον πάλιν ἐν τῷ θυμῷ μου." Ὀργισθεὶς μὲν γὰρ διὰ τὴν ἄλογον αἴτησιν, ἔδωκά σοι τὸν Σαούλ· ἀνεξικακίᾳ δὲ καὶ μακροθυμίᾳ πάλιν χρησάμε νος, ἀντεισήγαγον τὸν ∆αβίδ. Τοῦτο γὰρ λέγει· "Ἀν έσχον ἐν τῷ θυμῷ μου·" ἀντὶ τοῦ, Μακροθυμίᾳ ἐχρη σάμην. ιβʹ. "Συστροφὴ ἀδικίας Ἐφραῒμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ." Ἔοικε τοῦτο τοῖς ὑπὸ Ἡσαΐου λεχθεῖσιν· "Οὐαὶ, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ!" Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει, ὅτι ὁ Ἐφραῒμ συστρέφει