1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

144

χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσε ται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύ πτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκο δόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαή σεται, ζημιωθήσεται." Οὕτω προαγορεύσας τοῖς ἀσε βείᾳ συζῶσι τὸν ὄλεθρον, δείκνυσιν οἷα τῶν εὐσεβῶν τὰ ἆθλα· βʹ. "Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέ ρυξιν αὐτοῦ." Ταῦτα δὲ καὶ τῇ προτέρᾳ τοῦ Σωτῆρος ἡμῶν ἁρμόττει παρουσίᾳ, καὶ τῇ δευτέρᾳ. Καὶ γὰρ ἐν τῇ προτέρᾳ οἷόν τις ἥλιος ἡμῖν ἀνέτειλεν, ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις· καὶ τῆς ἁμαρ τίας ἐλευθερώσας δικαιοσύνης μετέδωκε, καὶ τοῖς πνευματικοῖς χαρίσμασιν οἷόν τισι πτεροῖς συγκα λύψας, ἴασιν ταῖς ἡμετέραις παρέσχε ψυχαῖς. Καὶ ἐν τῇ δευτέρᾳ δὲ παρουσίᾳ τοῖς κατὰ τὸν παρόντα βίον τρυχομένοις, ἢ παρὰ γνώμην, ἢ κατὰ γνώμην ἐπιφανεὶς, οἷα δίκαιος δικαίως δικάσει, καὶ τὰ ἐπηγ 81.1985 γελμένα ἀγαθὰ χορηγήσει. Καὶ ὥσπερ ὁ αἰσθητὸς ἥλιος ἀνίσχων τοὺς ὕπνῳ κατεχομένους πρὸς ἐργα σίαν ἐγείρει· οὕτως οὗτος ἐπιφαινόμενος τοὺς τῷ μακρῷ ὕπνῳ τῷ θανάτῳ κατεχομένους ἀνίστησι. Τότε δὴ, τότε, φησὶ, "Καὶ ἐξελεύσεσθε, καὶ σκιρ τήσετε, ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα." Ἀπηλ λάγητε γὰρ τῶν τῆς ἁμαρτίας δεσμῶν. γʹ. "Καὶ καταπατήσετε ἀνόμους, καὶ ἔσονται σπο δὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν, ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ." Οὕτως ἦν ὁ πλούσιος τῷ Λαζάρῳ· οὕτως ἔσονται τοῖς ἀδικουμέ νοις οἱ ἄδικοι, τοῖς ἁγίοις μάρτυσιν οἱ τύραννοι καὶ διῶκται. Εἶτα αὐτοὺς ἀναμιμνήσκει ὧν περὶ τοῦ ∆εσπότου Χριστοῦ Μωσῆς προηγόρευσε· καὶ κελεύει σὺν ἀκριβείᾳ τὸν νόμον ἀναγινώσκοντας πείθεσθαι αὐτῷ, καὶ μηδαμῶς ἀντιλέγειν. δʹ. "Μνήσθητε τοῦ νόμου Μωσῆ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ προστάγματα καὶ δικαιώματα." Εἶτα σα φῶς ἐπιστάμενος, ὡς οὔτε τῷ νόμῳ πεισθήσονται, οὔτε αὐτὸν παραγινόμενον ὑποδέξονται, ἀλλὰ σταυρῷ παραδώσουσιν, ἀφάτῳ φιλανθρωπίᾳ χρώμενος, ὑπ ισχνεῖται αὐτοῖς, πάλιν τὸν Ἠλίαν πέμψειν κήρυκα σωτηρίας, καί φησιν· εʹ. "Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην." Καὶ σημαίνων τὸν καιρὸν, ἐπήγαγε· "Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφα νῆ." Τὴν τῆς δευτέρας ἐπιφανείας ὠνόμασε· διδά σκει δὲ ἅπερ ὁ μέγας Ἠλίας ποιήσει παραγενόμε νος. ʹ. "Ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὑ τοῦ." Καὶ δεικνὺς τὸν σκοπὸν, δι' ὃν Ἠλίας πρότε ρος παραγίνεται, ἐπήγαγε· "Μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην." Ἵνα γὰρ μὴ εὑρὼν ὑμᾶς πάντας ἐν ἀπιστίᾳ, ἅπαντας ὑμᾶς εἰς τὴν ἀτελεύτητον κόλασιν παραπέμψω, ἥξει πρότερος Ἠλίας, καὶ τὴν ἐμὴν ὑμᾶς παρουσίαν διδάξει, καὶ πείσει ὑμᾶς, ὦ Ἰου δαῖοι, τοῖς ἐξ ἐθνῶν εἰς ἐμὲ πεπιστευκόσιν ἀνενδοιά στως ἑνωθῆναι, καὶ μίαν ἀποφῆναι τὴν ἐμὴν Ἐκ κλησίαν. Πατέρας δὲ καλεῖ Ἰουδαίους, ὡς προτέ ρους κληθέντας· υἱοὺς δὲ τὰ ἔθνη, ὡς μετ' ἐκείνους σωθέντας. Ἐπειδὴ τοίνυν ἡμεῖς μὲν καὶ νῦν Ἰουδαίους προτρέπομεν εἰς εὐσέβειαν, ἐκεῖνοι δὲ ἀπει θοῦντες διατελοῦσι, τὴν ἡμετέραν σωτηρίαν ζηλο τυποῦντες, εἰκότως ἔφη τὸν Ἠλίαν πατρὸς καρδίαν πρὸς υἱὸν ἀποκαταστήσειν· ἐκείνους γὰρ πείσει τὴν πρὸς ἡμᾶς δέξασθαι κοινωνίαν. Ταῦτα δὲ οὐ μόνον Ἰουδαίοις ἀπόχρη δέος ἐνθεῖναι, ἀλλὰ καὶ ἡμᾶς ἱκανὰ φοβῆσαι. Ὅσῳ γὰρ μειζόνων ἀπηλαύσαμεν ἀγαθῶν, τοσούτῳ καὶ μείζους εὐθύνας ὀφείλομεν τῷ κριτῇ. Οὗ χάριν ἡμᾶς προσήκει πρὸς ἐκείνην εὐ τρεπεῖς τὴν ἡμέραν γενέσθαι· ἵνα σὺν παῤῥησίᾳ τῷ φοβερωτάτῳ βήματι παραστάντες, τῶν ἐπηγγελμέ νων ἀπολαύσωμεν ἀγαθῶν. Ἐγὼ δὲ τοὺς ἐντευξο 81.1988 μένους τοῖς ἡμετέροις πόνοις παρακαλῶ, ὑπὲρ μὲν τῶν εὖ καὶ καλῶς εἰρημένων τὴν ἄκτιστον ὑμνῆσαι Τριάδα· ἐκείνης γὰρ δῶρον ἡ γνῶσις. Οὕτω καὶ ὁ μακάριος λέγει ∆αβίδ· "Ὁ διδάσκων ἄνθρωπον γνῶ σιν." Εἰ δέ τι τῶν προφητικῶν ῥητῶν τὴν ἡμετέραν ὑπερέβη κατάληψιν, συγγνῶναι τῇ τῆς φύσεως ἀσθε νείᾳ, καὶ τὸ λεῖπον προσθεῖναι, τὸν δὲ σκοπὸν ἐπαι νέσαι, καὶ