1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

57

ἀρκεσθήσονται δὲ οὐδὲ ταύταις, ἀλλὰ καὶ τοῦ Ἡσαῦ τὸ ὄρος οἰκεῖον ποιή σονται, ὑπὸ βασιλεῖ τῷ Θεῷ στρατευόμενοι, καὶ αὐτῷ σφᾶς αὐτοὺς ἀναθέντες. Ἰστέον δὲ, ὡς συμφωνεῖ τῷ τέλει τῆσδε τῆς προφητείας, καὶ τῆς τοῦ μακαρίου Ἰεζεκιὴλ προφητείας τὸ τέλος. Καὶ γὰρ ἐκεῖ προ διαγράφει τῆς γῆς τὴν διαίρεσιν, καὶ προαγορεύει τοῦ λαοῦ τὴν ἐπάνοδον, καὶ τὴν μετὰ τὴν ἐπάνοδον δοθησομένην αὐτοῖς ὑπὸ τοῦ Θεοῦ δύναμιν καὶ ἰσχύν. Ταύτης καὶ ἡμᾶς τυχεῖν γένοιτο παρὰ τοῦ μεγαλο δώρου Θεοῦ· τευξόμεθα δὲ, εἰ τοῦ Ἡσαῦ καὶ τῶν ἀπογόνων τῶν ἐκείνου τὴν μίμησιν φύγοιμεν, καὶ κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν χαίρειν μετὰ χαι ρόντων, καὶ κλαίειν μετὰ κλαιόντων μάθοιμεν, καὶ τὸ αὐτὸ φρονεῖν εἰς ἀλλήλους ἐθέλοιμεν. Τῇ τοιαύτῃ γὰρ πολιτείᾳ τὸν τῶν ἁπάντων Κύριον θεραπεύοντες, ἀπολαυσόμεθα τῶν παρ' αὐτοῦ δωρεῶν, χάριτι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.

ΥΠΟΘΕΣΙΣ. Πάντας ἀνθρώπους δημιουργήσας ὁ τῶν ὅλων Θεὸς, πάντων ὁμοίως διατελεῖ προμηθούμενος· εἰ καὶ πλέον πάλαι ποτὲ τῶν Ἰσραηλιτῶν ἐπιμελούμενος ὤφθη, καὶ τοῦτο δὲ εἰς κοινὴν ἁπάντων ἀνθρώπων εὐεργε σίαν ἐποίει. Ὥσπερ γὰρ τοῦ Ἰσραὴλ τὴν προσήκουσαν κηδεμονίαν ποιούμενος, οὐ πρὸς ἕκαστον διαλε γόμενος τὸ πρακτέον ἐδείκνυ, ἀλλ' ἕνα τὸν ἄριστον ἐξ ἁπάντων ἐκλεγόμενος, νῦν μὲν Μωσέα τὸν μέγαν, νῦν δὲ Ἰησοῦν τὸν Ναυῆ, ἄλλοτε δὲ τὸν Σαμουὴλ, καὶ ἐν ἑτέρῳ καιρῷ τὸν Ἠλίαν, καὶ δι' ἑκάστου τῶν εἰρημένων, ἢ νόμους τιθεὶς, ἢ θαυμαστὰ δεικνὺς, ἢ παραινέσεις προσφέρων, ἐποδήγει πρὸς σωτηρίαν· οὕτω τὸν Ἰσραηλίτην λαὸν τῶν ἄλλων ἐθνῶν ὁ Θεὸς ἀποκρίνας, τῇ περὶ τούτων ἐπιμελείᾳ, καὶ ταῖς συ χναῖς ἐπιφανείαις, καὶ ἀῤῥήτοις θαυματουργίαις, ὑπεδείκνυ καὶ τοῖς ἄλλοις ἔθνεσι τὴν εἰς θεογνωσίαν ὁδόν. Τοῦτο γὰρ ἡμᾶς καὶ διὰ τοῦ θεσπεσίου ἐδίδαξεν Ὡσηέ. "Σκοπὸς γὰρ, φησὶν, Ἐφραῒμ μετὰ Θεοῦ προφήτης." Οἷον γάρ τινα σκοπὸν καὶ προφήτην προὐβάλετο τὸν λαὸν εἰς τὴν τῶν ἄλλων ἐθνῶν ὠφέ λειάν τε καὶ σωτηρίαν. Οὕτω καὶ διὰ τούτων μεμά θηκεν Αἴγυπτος τὴν ἄῤῥητον δύναμιν τοῦ τῶν ὅλων Θεοῦ. Καὶ τὸν ἐκείνων δὲ ὄλεθρον εἰς ἅπαντας ἀν θρώπους ἡ φήμη διαγαγοῦσα, θαυμάζειν ἅπαντας παρεσκεύασε τῆς θείας προμηθείας τὸ δίκαιον. Ἐν τεῦθεν Ῥαὰβ ἡ πόρνη, τῆς θεογνωσίας δεξαμένη τὴν αἴγλην, ἔλεγε τοῖς κατασκόποις· "∆ιότι ἐπ έπεσεν ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἐφ' ἡμᾶς· ἠκούσαμεν γὰρ ὅπως κατεξήρανε Κύριος ὁ Θεὸς τὴν Ἐρυθρὰν θάλασσαν ἔμπροσθεν ὑμῶν, καὶ διήγαγεν ὑμᾶς, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω." Καὶ χρόνοις δὲ πολλοῖς ὕστε ρον τὴν κιβωτὸν οἱ Ἀλλόφυλοι θεασάμενοι, μετὰ 81.1721 δέους καὶ φρίκης ἐβόων· "Οὗτος ὁ Θεὸς ὁ πατάξας τὴν Αἴγυπτον." Καὶ τῶν Ἀσσυρίων δὲ τὰς πολλὰς ἐκείνας χιλιάδας πρὸ τῶν τῆς Ἱερουσαλὴμ περιβόλων κατακοντίσας, καὶ μετ' ὀλίγων φυγεῖν τὸν Σενναχη ρεὶμ ἀναγκάσας, δήλην αὑτοῦ πεποίηκε πᾶσιν ἀν θρώποις τὴν δύναμιν. Κἀν τῇ Βαβυλῶνι δὲ τοῖς λέουσι παραδοθέντα τὸν ∆ανιὴλ φυλάξας ἀλώβητον, καὶ τὴν σφοδροτάτην ἐκείνην τῆς καμίνου φλόγα με ταβαλὼν εἰς δρόσον, ὡς τοὺς μακαρίους ἐκείνους παῖδας χορείαν ἐν μέσῳ συστήσασθαι, καὶ ὕμνον ὑφῆναι, καὶ τὸν ἀλαζόνα βασιλέα κατέπληξε, καὶ δι' ἐκείνου τοὺς ὑπηκόους ἐδίδαξεν, ὡς μόνος Θεὸς τῶν Ἰσραηλιτῶν ὁ Θεός. Καὶ ἐπὶ Κύρου δὲ τοῦ Πέρσου τὴν πολυθρύλλητον ἐκείνην ἐπάνοδον τῷ λαῷ δωρη σάμενος, καὶ μόνοις ἐκ πάντων τῶν αἰχμαλώτων γε γενημένων χαρισάμενος τὴν τῆς δουλείας ἀπαλλα γὴν, καὶ τὸν νεὼν τὸν οἰκεῖον