1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

132

αʹ. "Πᾶς τόπος διανοιγόμενος ἔσται τῷ οἴκῳ ∆α βὶδ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, εἰς τὴν μετα κίνησιν καὶ εἰς τὸν ῥαντισμόν." Οἱ δὲ περὶ τὸν 81.1948 Σύμμαχον, "Ἔσται, φησὶν, ἀνοιγομένη πηγὴ τῷ οἴκῳ ∆αβίδ." Τίς δὲ αὕτη, αὐτὸς ὁ Κύριος διὰ Ἱερε μίου διδάσκει· "Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς." Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησίν· "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω." Καὶ, "Ἔσται τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον." Αὕτη ἀνεῴγη τῷ οἴκῳ ∆αβίδ· ἐξ ἐκείνης γὰρ τῆς συγγενείας τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβεν. Ἀνεῴγη δὲ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, εἰς τὴν μετακίνησιν τὴν ἀπὸ τῆς Παλαιᾶς ∆ιαθήκης ἐπὶ τὴν Καινὴν γεγενη μένην, καὶ εἰς τὸν ῥαντισμὸν τοῦ ἁγίου βαπτίσμα τος, δι' οὗ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδεξάμεθα. Τηνικαῦτα, φησὶν ὁ τῶν δυνάμεων Κύριος· βʹ-δʹ. Ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας, καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐροῦσι πρὸς αὐτὸν ὁ πατὴρ αὐ τοῦ καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτόν· Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐ τοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὑτοῦ, ἐν τῷ προφητεύειν αὐτοὺς, καὶ ἐνδύσονται δέῤῥιν τριχί νην, ἀνθ' ὧν ἐψεύσαντο." ∆ῆλον δὲ, ὅτι καὶ τοῦτο διὰ τῶν εἰς τὸν Χριστὸν πεπιστευκότων ἐγένετο. Οὐ μόνον δὲ τῶν εἰδώλων, φησὶ, κατασβέσω τὸ ψεῦδος, ἀλλὰ καὶ τοὺς μαντείαις χρωμένους, καὶ ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐνεργουμένους, ταύτης ἐλευθε ρώσω τῆς πλάνης. Τοσαύτη γὰρ εὐσέβεια καθέξει τὴν οἰκουμένην, ὥστε μήτε πατέρα, μήτε μητέρα φείδεσθαι παιδὸς πειρωμένου μαντεύεσθαι, ἀλλὰ καὶ δεσμὰ αὐτῷ περιβάλλειν, καὶ μάστιγας ἐπιφέ ρειν, καὶ θάνατον ἀπειλεῖν. Καὶ πάντες δὲ οἱ τὰ ψευδῆ προλέγειν αἱρούμενοι, θεώμενοι τῆς εὐσεβείας τὴν ἐπικράτειαν, πένθιμον περιβαλοῦνται σχῆμα. Τὸ γὰρ, "Ἐνδύσονται δέῤῥιν τριχίνην," τοῦτο δηλοῖ. Τοσούτῳ δὲ κατασχεθήσονται δέει, ὡς ἀρνηθῆναι μὲν τὴν πλάνην, γεωργίαν δὲ ἀντ' ἐκείνης ἀσπάζεσθαι, καὶ λέγειν πᾶσιν, ὅτι Εὐθὺς τεχθεὶς ταύτην παρὰ τῶν πατέρων ἐδιδάχθην τὴν τέχνην. εʹ, ʹ. "Ἐρεῖ γὰρ, φησίν· Οὐκ εἰμὶ προφήτης ἐγὼ, ὅτι ἄνθρωπος ἐργαζόμενος γῆν ἐγώ εἰμι καὶ ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. Καὶ ἐροῦσι πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν ὤμων σου; Καὶ ἐρεῖ· Ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου." Τοιαύτας γὰρ δέξεται παρὰ τῶν γεγεννηκότων πληγὰς, ὡς μέχρι πολλοῦ φέρειν ἐναργῆ τὰ σημεῖα, καὶ ἐρωτώμενον ὑπὸ τῶν ταῦτα ὁρώντων, πόθεν ταύτας ἐδέξατο τὰς αἰκίας, λέγειν προφανῶς, ὅτι ταύτας αὐτῷ οἱ γεγεννηκότες ὡς ἀγαπῶντες ἐπέθεσαν. 81.1949 ζʹ. "Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντο κράτωρ· πάταξον τὸν ποιμένα, καὶ διασκορπισθή σεται τὰ πρόβατα." Ἐπειδὴ γὰρ ἔφη· Ἐπιβλέψονται πρός με, εἰς ὃν ἐξεκέντησαν," ἵνα μὴ νομί σωσι παρὰ γνώμην αὐτὸν τὸ σωτήριον ὑπομεῖναι πάθος, διδάσκει διὰ τοῦ Προφήτου, ὡς ἑκὼν ἐλήλυθε, καὶ ἑαυτὸν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θα νάτου, θανάτου δὲ σταυροῦ. Οὗπερ ἕνεκεν ὁ προφη τικὸς λόγος τὴν θείαν σχηματίζει συγχώρησιν, καὶ ῥομφαίαν δείκνυσιν ὑπὸ τοῦ Πατρὸς ἐπιτρεπομένην πρότερον· εἶθ' οὕτω κατὰ τοῦ ποιμένος χωροῦσαν· καὶ μετ' ἐκεῖνον, κατὰ τῶν ἐκείνου πολιτῶν, ἢ συμ φύλων, κατὰ τὸν Ἀκύλαν. Μετὰ γὰρ τὸν ∆εσπό την, καὶ κατὰ τῶν εὔνων αὐτοῦ θεραπόντων ἐχώρη σεν, τῶν ἱερῶν ἀποστόλων, φημὶ, καὶ τῶν ἐκείνους διαδεξαμένων κηρύκων. Ταύτης δὲ τῆς μαρτυρίας καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις μέμνηται. Εἰρηκὼς γάρ· "Ἐν τῇ νυκτὶ ταύτῃ σκανδαλισθήσεσθε ἐν ἐμοί·" ἐπήγαγε· "Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης." Εἶτα ὁ προφητικὸς ἐπάγει λόγος· "Καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς μικροὺς ποι μένας," τοὺς ὄνομα