1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

141

νομοθεσία. Ἐπειδὴ δὲ ᾔδει τῶν Ἰουδαίων τὸ μανικὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι τῆς μισουμένης ἀπαλλαγῆναι βουλόμενοι μὲν, οὐ δυνά μενοι δὲ διὰ τὸν νόμον, καὶ φόνον ταύτης τολμή σουσι· συγχωρεῖ τὸ ἔλαττον κακὸν, ἵνα κωλύσῃ τὸ μεῖ ζον· καί φησιν· "Ἐὰν μισήσῃς, ἐξαπόστειλον." Συναφθήσεται γὰρ ἑτέρῳ, καὶ μετ' ὀδύνης οὐ βιώ σεται. Ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παιδεύων ἀρετὴν ἀντικρὺς βοᾷ· "Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται." Καὶ ἐνταῦθα δὲ ταυτὸ τοῦτο αἰνίττεται· "Γυμνωθήσεται, φησὶ, τὰ κεκρυμμένα ὑμῶν βουλεύματα, λέγει Κύριος παντοκράτωρ." Κἂν μὴ διά τινα πρόφασιν δικαίαν καὶ εὔλογον διαλύσητε τὸν γάμον, κριτὴς ὑμῶν ἔσται τῶν ὅλων ὁ Κύριος. Τοιγαροῦν "Φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ μὴ ἐγκαταλίπητε τὴν συν θήκην." Χαλινώσατε, φησὶ, τὰς κακὰς ὁρμὰς, καὶ τὰς περὶ τοῦ γάμου γεγενημένας μὴ διασπά σητε συνθήκας. Οὕτω τῆσδε τῆς παρανομίας κατ ηγορήσας, καὶ τῷ πάθει τὴν πρόσφορον ἐπιθεὶς θε ραπείαν, βλασφημίας τινὸς παρ' αὐτῶν τολμωμένης ποιεῖται τὸν ἔλεγχον, καί φησιν· ιζʹ. "Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν, καὶ εἴπατε· Ἐν τίνι παρωξύναμεν αὐτόν; Ἐν τῷ λέγειν ὑμᾶς· Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς ηὐδόκησε· καὶ ποῦ ἔστιν ὁ Θεὸς τῆς δικαιοσύνης;" Τινὲς γὰρ ὑπ' ἀνοίας ἐσχάτης ὁρῶντές τινας πονηρίᾳ συζῶντας, εὐπραξίας δὲ ἀπολαύοντας, ἐτόλμων λέγειν ὅτι χαίρειν ἔοικε τοῖς πονηροῖς ὁ Θεός· οὐ γὰρ ἂν αὐτοῖς τοσαύτην εὐκληρίαν ἀπένειμεν. Αὕτη με λίαν ἡ βλασφημία πρὸς ὑμετέραν παρεκίνησε τιμωρίαν. Ὑμεῖς δὲ οὐδὲ σμικρὰν πλημμέλειαν ὑπολαμβάνετε τὴν μεγί στην ἀσέβειαν. Ταύτην γὰρ αὐτῶν τὴν ἀναλγησίαν ἐλέγχων ἔφη· "Καὶ εἴπατε· Ἐν τίνι παρωξύναμεν αὐτόν;" Ἔδει δὲ συνιδεῖν ὑμᾶς, ὡς ὁ τῶν ὅλων Θεὸς δικαιοσύνης ὑπάρχει πηγή· τοῦτο δὲ ὢν τοὺς τὴν κακίαν ἀσπαζομένους βδελύττεται. Ἄῤῥητος δὲ τῆς οἰκονομίας ὁ λόγος. ∆ιδάσκω δὲ ὅμως ὑμᾶς, ὡς ἥξει τῆς δικαίας ἀνταποδόσεως ὁ καιρός. Καὶ τοῦτο δῆλον ποιῆσαι βουλόμενος, πρῶτον μὲν προθεσπίζει τὴν προτέραν τοῦ ∆εσπότου Χριστοῦ παρουσίαν, καὶ δείκνυσι τὸν μέγαν Ἰωάννην τὸν Βαπτιστὴν τῆς ἐπι φανείας ἐκείνης ἡγούμενον.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. "Ἰδοὺ γὰρ ἐγὼ, φησὶν, ἐξαποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται

ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὑτοῦ Κύριος, 81.1977 καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε." Ταύ την δὲ τοῦ Προφήτου τὴν μαρτυρίαν καὶ ἐν τοῖς ἱε ροῖς Εὐαγγελίοις κειμένην εὑρίσκομεν. Καὶ ὁ μα κάριος δὲ Ζαχαρίας, ὁ τοῦ θειοτάτου Ἰωάννου πα τὴρ, ἐν ταῖν χεροῖν αὐτὸν λαβὼν, ἔφη πρὸς αὐτόν· "Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ." Καὶ ἐνταῦθα διὰ τοῦ Μαλαχίου εἶπεν ὁ Θεός· "Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαί φνης ἥξει εἰς τὸν ναὸν αὑτοῦ Κύριος, ὃν ὑμεῖς θέ λετε." Πάντων γὰρ ἀγνοούντων ὁ σωτήριος ἐγένετο τόκος. Ναὸν γὰρ τὴν ἀνθρωπείαν ὠνόμασε φύσιν, ἣν ὁ Θεὸς Λόγος ἀνέλαβεν. Οὕτω γὰρ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς πρὸς Ἰουδαίους ἔφη· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Καὶ τοῦτο ἑρμηνεύων ὁ Εὐαγγελιστὴς ἐπήγαγεν· "Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ· καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐ τοῦ, ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ, ᾧ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς." Πρὸς δὲ τῇ προτέρᾳ αὐτοῦ παρουσίᾳ, καὶ τὴν δευτέ ραν αὐτοῦ ἐπιφάνειαν προθεσπίζει· "Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ. (βʹ.) Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;" Οὕτω καὶ ὁ Ζαχαρίας περὶ τῆς δευτέρας ἐπιφανείας ἔφη· "Ὄψονται εἰς ὃν ἐξεκέντησαν, καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς