1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

60

τοῦ χειμῶνος αἰτίαν· οὗ χάριν οὐ μόνον πόθεν τε ἀπῆρε, καὶ ποῦ βαδίζει κελεύουσιν εἰπεῖν, ἀλλὰ καὶ ἐκ ποίου ἔθνους κατάγει τὸ γένος, ἵνα καὶ ἐκ τῶν κοινῶν τοῦ ἔθνους ἐπιτηδευμάτων μάθωσι τοῦ ἀνθρώπου τὸν βίον. Πρὸς ταῦτα τοίνυν ἀποκρινόμενος ὁ μακάριος Ἰωνᾶς ἔλεγε· θʹ. "∆οῦλος Κυρίου ἐγώ εἰμι, καὶ Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θά λασσαν καὶ τὴν ξηράν." Θαυμάσιος ἀληθῶς ὁ προ φήτης, καὶ πάσης ἄξιος εὐφημίας. Καὶ γὰρ θανάτου προσδεχόμενος ψῆφον, κήρυξ γίνεται τῆς τοῦ Θεοῦ τῶν ὅλων δυνάμεως, ποιητὴν αὐτὸν τῶν ἁπάντων καὶ ∆εσπότην ἀποκαλῶν. Ἐπειδὴ γὰρ εἰδώλοις ἐλά τρευον τὸ τηνικαῦτα τῶν ἀνθρώπων οἱ πλεῖστοι, τὸν δὲ τῶν ἁπάντων ἠγνόουν ∆ημιουργόν· ἀναγκαίως ὁ μακάριος προφήτης τοῦτον τοῖς ἀγνοοῦσιν ἀποκαλύ πτει· ὁμολογεῖ δὲ καὶ τὴν πρόφασιν τῆς φυγῆς, ὅτι Τοῦτον ὃν οἶδα, οὐ μόνον γῆς καὶ θαλάττης, ἀλλὰ καὶ τῶν οὐρανῶν ∆εσπότην καὶ ποιητὴν, ἀνοίᾳ χρώ μενος διαφεύγειν ὑπέλαβον. ιʹ. "Καὶ εἶπον πρὸς αὐτόν· Τί τοῦτο πεποίηκας;" Ταῦτα, φασὶν, ἐπιστάμενος, καὶ τοὺς ἄλλους διδά σκειν πεπιστευμένος, πῶς ἠνέσχου φυγεῖν τὸν παν ταχοῦ παρόντα Θεόν; Τοσαύτην φέρει τὴν αἰσχύνην τὸ μὴ εἴκειν Θεῷ· καὶ γὰρ ὁ προφήτης, ὁ τῶν ἄλ λων διδάσκαλος, ὑπὸ τῶν ἀγνοίᾳ κατεχομένων τῆς μέμψεως τὴν ψῆφον ἐδέχετο. Ἀλλ' ὅμως καὶ τῶν παρ' αὐτοῦ λόγων ἀκούσαντες, καὶ λίαν αὐτῷ μεμ ψάμενοι, καὶ νεμεσήσαντες, οὐκ ἀνέχονται τὴν τοῦ θανάτου ψῆφον ἐξενεγκεῖν· ἀλλ' αὐτὸν ὡς προφήτην ἀναμένουσι τὸ πρακτέον δηλῶσαι. ιαʹ. "Τί σοι γὰρ, φασὶ, ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ἡμῶν;" Σφοδρότερος γὰρ ὁ κλύδων καὶ μετὰ τὸν κλῆρον ἐγένετο. Τότε λοιπὸν ὁ μακά ριος προφήτης τὴν θείαν ὀργὴν ἐγνωκὼς, αὐτὸς ἑαυτοῦ καταψηφίζεται θάνατον. ιβʹ. "Ἄρατε γάρ με, φησὶ, καὶ ἐμβάλ[λ]ετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν, διότι ἔγνωκα ἐγὼ, ὅτι δι' ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτός ἐστιν ἐφ' ὑμῶν." Ἀλλὰ καὶ τούτων ἀκούσαντες οἱ ναῦται τῶν λόγων, οὐκ εὐθὺς τὸ κελευσθὲν ἔδρα σαν, ἀλλὰ ἀνέμειναν, παῦλάν τινα προσδοκῶντες ἔσεσθαι τῶν κακῶν, καὶ ταῖς κώπαις χρώμενοι 81.1729 καταχθῆναι πρὸς τὴν γῆν ἐπειράθησαν. Ὡς δὲ καὶ τοῦτο ποιεῖν διεκώλυε τῆς θαλάττης ἡ βία, εὐχῇ τὸν Θεὸν ἱλασάμενοι πρότερον, οὕτω τὸν Ἰωνᾶν τῇ θαλάττῃ παρέδοσαν. ιδʹ. "Μηδαμῶς γὰρ, φασὶ, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ' ἡμᾶς αἷμα δίκαιον· διότι σὺ, Κύριε, ὃν τρόπον ἠβούλου, πεποίηκας." Καὶ σαφῶς μεμαθηκότες ὑπὸ τοῦ Θεοῦ τὴν κατ' αὐτοῦ ψῆφον ἐξενηνέχθαι, ἱκε τεύουσι μὴ δοῦναι δίκας ὑπουργοῦντες τῇ ψήφῳ· "Μὴ δῷς γὰρ, φασὶν, ἐφ' ἡμᾶς αἷμα δίκαιον·" τουτέστιν, Ὑπὲρ ἀθώου αἵματος μὴ τίσωμεν, ὦ ∆έσποτα, δίκας. Οὕτω δὲ καὶ τοῦ προφήτου τῇ θαλάττῃ παραδοθέν τος, ἐστορέσθη μὲν τῶν κυμάτων ἡ ζάλη, δέος δὲ πλέον εἰσεδέξαντο ταῖς ψυχαῖς οἱ τούτου γενόμενοι θεαταὶ, ὡς καὶ θυσίας προσενεγκεῖν μετὰ τὴν ἐπ άνοδον τῷ Θεῷ, καὶ πιστεῦσαι τοῦτον εἶναι μόνον τῶν ἁπάντων ∆εσπότην.

ΚΕΦΑΛ. Βʹ. Τὸν δὲ Ἰωνᾶν θείῳ νεύματι (τοῦτο γὰρ εἶπε, Προσέταξεν ὁ Θεὸς) κῆτος ὑπεδέξατο μέγιστον, οὐδεμίαν αὐτῷ λώβην διὰ τῶν ὀδόντων προσενεγ κών; ἡ δὲ κοιλία τοῦ κήτους οἴκησις ἐγένετο τῷ προφήτῃ τρεῖς ἡμέρας καὶ νύκτας τοσαύτας, καὶ ἡ ἀλλοιωτικὴ δύναμις τῆς γαστρὸς ἐνεργεῖν ἐκωλύετο. Ἐν τοσαύτῃ δὲ ὁ προφήτης εὐρυχωρίᾳ διῆγεν, ὡς καὶ προσευχὴν προσενεγκεῖν τῷ Θεῷ. γʹ. "Ἐβόησα γὰρ, φησὶν, ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου, ἐκ κοιλίας ᾅδου τῆς κραυγῆς μου." Ἐγὼ γὰρ, φησὶν, ὁ πάλαι νομίζων ἐν Ἱεροσολύμοις μόνον αὐτὸν ἐπι φαίνεσθαι τοῖς προφήταις, καὶ ἐν τῇ κοιλίᾳ τοῦ κή τους ηὗρον παρόντα, καὶ προσενεγκὼν ἱκετηρίαν τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπήλαυσα. Ἅδου δὲ κοι λίαν τὴν κοιλίαν τοῦ κήτους ἐκάλεσεν, ἐπειδὴ καὶ τὸ θηρίον θανατηφόρον, καὶ τῇ φύσει δὲ τῶν γε γενημένων νεκρὸς ἦν, ἔζη δὲ μόνῃ τῇ χάριτι. Ἄλ λως τε καὶ ὡς