1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

18

δὲ, διηνεκῶς τούτοις ἐπεν τρυφῶν, οὐδεμίαν ἐντεῦθεν ὠφέλειαν ἐδρέψω, ἀλλὰ τῶν παρ' ἐμοῦ σοι χορηγουμένων ἀγαθῶν τοῖς δαί μοσι τὰς ἀπαρχὰς προεκόμισας. Τοῦτο γὰρ παρεδή λωσεν, εἰρηκώς· "Ἠγάπησας δόματα ἐπὶ πᾶσαν ἅλωνα σίτου. (βʹ.) Ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτοὺς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς." Ἀποστερήσω γὰρ ὑμᾶς τῶν συν ήθως ὑπ' ἐμοῦ χορηγουμένων ἀγαθῶν. γʹ. "Οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ Κυρίου." Οὐ γὰρ, ὡς ἐν ἀφιερωμένῃ γῇ τῷ Θεῷ τὴν δίαιταν ἐποιήσαντο, ἀλλὰ παρανόμως ἐβίωσαν. "Κατῴκησεν Ἐφραῒμ Αἴγυπτον. Τὴν Αἰγυπτιακὴν ἐζήλωσε πολιτείαν. "Καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται." 81.1600 Ἐπειδὴ γὰρ κἀν τῇ γῇ τῆς ἐπαγγελίας τὴν παρα νομίαν ἠγάπησαν, παρανόμως ἐν τῇ Ἀσσυρίων χώρᾳ βιώσονται. δʹ. "Οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον, καὶ οὐχ ἥδυναν αὐτῷ." Κατωλιγώρησαν τῆς τοῦ Θεοῦ θεραπείας, καὶ ταῦτα πολλῆς ἐπιμελείας ἀξιοῦντες τὰ εἴδωλα. "Αἱ θυσίαι αὐτῶν, ὡς ἄρτος πένθους αὐτῶν, πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται." Καθάπερ γὰρ ὁ τοῖς πενθοῦσι προσφερόμενος ἄρτος αὐτούς τε τοὺς πενθοῦντας ἀποκναίει διὰ τὸ πένθος, καὶ τοῖς συνδειπνοῦσιν οὐ θυμήρης ἐστὶ, διὰ τὴν κοινωνίαν τοῦ πένθους· ἀναγκαζόμενοι δὲ μεταλαμβάνειν, μιασμόν τινα λαμβάνειν ἐκεῖθεν ὑπολαμβάνουσιν· οὕτως αἱ θυσίαι αὐτῶν βδελυγμίας εἰσὶν ἁπάσης μεσταί. "∆ιότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν, οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου." Τὰ γὰρ μετ' εἰλικρινοῦς οὐ προσφερόμενα διαθέσεως ὁ δί καιος οὐ προσίεται κριτὴς, ὡς τὴν τοῦ Καῒν θυσίαν, ὡς διὰ Ἡσαΐου βοᾷν "Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστιν." Καὶ διὰ Μαλαχίου τοῦ προφήτου· "Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν." Εἶτα ἀναμιμνήσκει αὐτοὺς τῶν ἐν τῇ αἰχμαλωσίᾳ συμβησομένων ἀλγεινῶν. εʹ. "Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως, καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ Κυρίου;" ∆ουλεύειν γὰρ ἠναγκα σμένοι καὶ κατ' ἄλλους πολιτεύεσθαι νόμους, οὐ δυνήσεσθε κατὰ τὴν Μωσέως νομοθεσίαν τὰς ∆ε σποτικὰς πανηγύρεις ἐπιτελεῖν. Ἔπειτα διδάσκει, ὡς φεύξονται μὲν εἰς τὴν Αἴγυπτον, καὶ νῦν μὲν εἰς ταύτην, νῦν δὲ εἰς ἐκείνην μεταβήσονται τὴν πόλιν, καὶ τὸ ἀργύριον αὑτῶν δαπανήσουσι, μάτην δῶρα τῷ Αἰγυπτίων προφέροντες βασιλεῖ. "Ἀκάνθας δὲ εὑρήσουσιν ἐν τοῖς σκηνώμασιν αὑτῶν." Τουτέστιν, οὐδένα καρπὸν ὀνησιφόρον δρέψονται. Τὸ ἐπιζήμιον τῆς εἰς Αἴγυπτον φυγῆς διὰ τούτων ᾐνίξατο. Τοιοῦ τόν ἐστι τό· "Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας·" ἀντὶ τοῦ, οὐδένα καρπὸν ἐκεῖθεν χρή σιμον ἐδρεψάμην, ἀλλὰ τοὐναντίον πάντας κακούς. ζʹ. "Ἥκουσιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται Ἰσραὴλ, ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκὼς, ἄνθρωπος ὁ πνευματοφόρος· ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη ἡ μανία σου." Ὅταν σε καταλάβωσιν οἱ τῆς παρανομίας καρποὶ, ἐγγὺς δὲ οὗτοι, ἀπεικασθήσῃ ψευδοπροφήτῃ ὑπὸ τοῦ ἐνοικοῦντος πνεύματος παραπαίοντι, καὶ τῇδε κἀκεῖσε περιφερομένῳ. Τοσαύτη σε τῶν φρε νῶν ἔκστασις καταλήψεται· ταύτην δέ σοι τὴν μα νίαν ἐποίησε τῶν παρανομιῶν σου τὸ πλῆθος. ηʹ. "Σκοπὸς Ἐφραῒμ μετὰ τοῦ Θεοῦ προφήτης· παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ." Ἀνα 81.1601 μνησθῆναι προσήκει τῶν πρὸς τὸν Ἰεζεκιὴλ εἰρη μένων. Καὶ γὰρ ἐκείνῳ ὁ Θεὸς ἔφη· "Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ." Καὶ ἐνταῦθα πρὸς πάντα φησὶ τὸν λαὸν, ὅτι Οἷόν τινα σκοπὸν, καὶ προφήτην Θεοῦ ἀπεφηνά σε τοῖς πελάζουσιν ἔθνεσιν, ἵνα διὰ τῆς περὶ σὲ προνοίας καὶ τῆς κατὰ νόμον σου πολι τείας, κἀκεῖνα τὴν ἐμὴν δέξηται γνῶσιν· σὺ δὲ πᾶν τοὐναντίον εἰργάσω· σκολιὰ γὰρ αὐτοῖς ἐγένου παγὶς, αὐξήσας αὐτοῖς διὰ τῆς σῆς δυσσεβείας τὴν περὶ τὰ εἴδωλα θεραπείαν. Οὐ γὰρ μόνον ἐν ταῖς ἄλλαις πό λεσι βωμοὺς καὶ τεμένη τοῖς εἰδώλοις ἀνέστησας, ἀλλὰ καὶ τῷ ἀφιερωμένῳ μοι νεῷ κατεσκεύασας τὰ τῶν εἰδώλων ἰνδάλματα. Τοῦτο γὰρ λέγει· "Μανίαν ἐν οἴκῳ Θεοῦ αὑτοῦ κατέπηξεν. (θʹ.) Ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ." Ἐξ οὗ τοῖς βουνοῖς προσέσχον, καὶ τὰς ἐκεῖ γενομένας θυσίας ἠγάπησαν, τῶν λογισμῶν τὴν νόσον