1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

22

ἀνίσχων ὁ ἥλιος τὴν ἡμέραν ποιεῖ. "∆ιότι νή πιος Ἰσραήλ." Ἐξ ἀνοίας, φησὶ, καὶ παιδικῆς δια 81.1612 νοίας ταύτην ὑπομένουσι τὴν τιμωρίαν. Ἐγὼ γὰρ αὐτοὺς ἐξ Αἰγύπτου μετεκάλεσα, καὶ τῆς πικρᾶς ἐκείνης ἠλευθέρωσα δουλείας· αὐτοὶ δὲ ἀγνώμονες περὶ ἐμὲ γενόμενοι, τὴν τῶν εἰδώλων λατρείαν προ είλοντο· ταῦτα γὰρ καλεῖ Βααλείμ· ἐμὲ δὲ τὸν συμ ποδίσαντα, καὶ τῆς ἀτάκτου φορᾶς ἀπαλλάξαντα, καὶ πατρικὴν περὶ αὐτὸν φιλοστοργίαν ἐπιδειξάμενον, καὶ ἴασιν αὐτῷ παντοδαπῆ ἐπιτεθεικότα, ἐπιγνῶναι οὐκ ἠβουλήθη· καὶ μὴν ἀπὸ παντοδαπῆς αὐτοὺς διαφθορᾶς τῶν ἐπιόντων ἀνθρώπων πολλάκις ἀπήλ λαξα, οἷόν τινι δεσμῷ τῇ περὶ αὐτοὺς κατεχόμενος ἀγάπῃ, δι' ἣν καὶ ἔτι αὐτῶν κήδομαι, καὶ ταύταις περιβάλλω ταῖς παιδείαις, ὅμοιον ποιῶν, ὡς εἴ τις ἡμαρτηκότα παῖδα κατὰ τῆς σιαγόνος παίσειεν. Ἀρκεῖ δέ μοι, καὶ δριμὺ πρὸς αὐτὸν βλέψαι, καὶ παντοδαπῶς αὐτὸν ἀναλῶσαι. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· "Ἐπιβλέψομαι πρὸς αὐτὸν, καὶ δυνήσομαι αὐτῷ. (εʹ.) Κατῴκησεν Ἐφραῒμ Αἴγυπτον, καὶ Ἀσσοὺρ αὐτὸς ὁ βασιλεὺς αὐτοῦ." Οὐ διαφεύξεται γὰρ τὴν τούτου δεσποτείαν, κἂν μυριάκις εἰς Αἴγυπτον δρα πετεύσῃ· αἴτιον δὲ αὐτῷ τῶν κακῶν, "ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι." Τούτου γὰρ χάριν, καὶ πλήθει χρώμενος καὶ πανοπλίαις, οὐδὲν ἀνδρεῖον ἐπιδείξεται· ἀλλὰ τῶν κακῶν βουλευμάτων δρέψεται τοὺς καρποὺς, καὶ πόῤῥω τῆς οἰκείας γενήσεται γῆς· ἐπειδὴ ἐγὼ πάντα τὰ τίμια παραδώσω τοῖς ἐναντίοις, καὶ διηνεκῶς ταπεινώσω. Τούτοις αὐτοῖς καταπλή ξας, πάλιν τοῖς τῆς φιλανθρωπίας κέχρηται λόγοις, τῇ ποικιλίᾳ τῆς διαλέξεως ὠφέλειαν αὐτοῖς μηχανώμενος. ηʹ. "Τί σε διαθῶ, Ἐφραΐμ;" Πῶς σοι, φησὶν, ὦ Ἐφραῒμ, χρήσομαι; "Ὑπερασπιῶ σου, Ἰσραήλ·τί σε διαθῶ;" Ἐγὼ γὰρ ὑπερμαχῆσαί σου βούλομαι· οὐκ ἐᾷ δέ με τὰ ὑπὸ σοῦ τολμώμενα δυσ σεβήματα· διὸ "ὡς Ἀδάμα θήσομαί σε, καὶ ὡς Σεβωΐμ." Αἳ μετὰ Σοδόμων καὶ Γομόῤῥων ἐνεπρή σθησαν. Ἀλλ' οὔπω τὴν κατ' αὐτῶν ψῆφον ἐξεν εγκὼν, τῇ φιλανθρωπίᾳ τὴν ἀπόφασιν λύει. "Μετεστράφη ἡ καρδία μου ἐν τούτῳ· συν εταράχθη ἡ μεταμέλειά μου. (θʹ.) Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ." Πατέρα μιμεῖται καὶ μητέρα ὑπὸ τῆς φύσεως διαταραττομένους, καὶ ἐπὶ πλεῖστον ἀποστρέφεσθαι τὰ τέκνα μὴ δυναμέ νους. Ταῦτα δὲ λέγει, οὐχ ὡς νῦν μὲν τοῦτο βουλόμε νος, νῦν δὲ τοῦτο μεταβουλευόμενος· ἀλλὰ σχημα τίζει τὸν λόγον εἰς ὀργὴν καὶ φιλανθρωπίαν, εἰς τιμωρίαν καὶ ἔλεον, καὶ δι' ἐκείνων καταπλήττων, καὶ διὰ τούτων προτρέπων. Ταύτην αὐτοῦ τὴν φιλανθρωπίαν καὶ ὁ μακάριος ᾄδει ∆αβίδ· "Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβου μένους αὐτόν." Καὶ διὰ Ἡσαΐου αὐτός φησιν ὁ 81.1613 Θεός· "Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὑτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὑτῆς; Εἰ δὲ καὶ γυνὴ ἐπιλάθοιτο ταῦτα ποιῆσαι, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, εἶπεν ὁ Ἅγιος." Καὶ ἐνταῦθα τοίνυν λέγει· "Μετεστράφη ἡ καρδία μου ἐν τούτῳ, συν εταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ. ∆ιότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν." Οὐ γὰρ ἀνθρώπῳ, φησὶ, παραπλησίως ὀργίζομαι, οὐδὲ ἐπὶ πλεῖστον μνησικακεῖν ἀνέχομαι· Θεὸς γάρ εἰμι ἅγιος, καὶ ἐν τοῖς περὶ σὲ φαινό μενος, καὶ τῶν γηΐνων ἁπάντων ὑπέρτερος, καὶ οὐχ ὁμοίως τοῖς ἀνθρώποις οἰκεῖν ἠναγκασμένος· παντα χοῦ δὲ παρὼν, καὶ τοῖς πᾶσι παριστάμενος. Τοσαύ της τοίνυν φιλανθρωπίας ἀπολαύοντες, ιʹ. "Ὀπίσω, φησὶ, Κυρίου πορεύεσθε·" ἑπό μενοι διηνεκῶς, καὶ πᾶν τὸ κελευόμενον δρῶντες. "Ὡς λέων γὰρ ἐρεύξεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων." Καθάπερ γὰρ ὁ λέων βρυχώμενος, τὰ πελάζοντα καὶ τοῦ βρυχήματος ἐπαΐοντα δεδίττεται ζῶα· οὕτω τοῦ Θεοῦ τῶν ὅλων ἐπαμῦναι ὑμῖν ἐθελή σαντος, δειλία καθέξει τοὺς ἐναντίους, δίκην ἰχθύων οὐδὲ τὸν τυχόντα κτύπον φέρειν ἀνεχομένων, ἀλλ' ἐν τοῖς ὕδασι κρυπτομένων. Τέκνα γὰρ ὑδάτων τοὺς ἰχθύας προσηγόρευσεν, ὡς ἐν τοῖς ὕδασι τὰς τῆς ζωῆς ἔχοντας ἀφορμάς. Οὕτω δὲ τῇ θείᾳ βουλῇ τῶν πολεμίων καταλυθέντων,