1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

7

ἐπιτελεῖ. ∆ιὰ τοῦτό φησιν ιδʹ. "Ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν, καὶ τάξω αὐτὴν εἰς ἔρημον." Ἀντὶ τοῦ, Ἀλᾶσθαι αὐτὴν καὶ πλανᾶσθαι αἰχμάλωτον γενομένην παρασκευάσω, καὶ τούτων ἁπάντων τῶν ἀγαθῶν ἔρημον καταστήσω· ἀλλ' ὅμως ψυχαγωγήσω αὐτὴν ἐν τούτοις οὖσαν τοῖς ἀλγει νοῖς. ιεʹ. "Λαλήσω γὰρ, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῆς· καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν, καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς." Τὸ δὲ Ἀχώρ παρὰ τῷ Σύρῳ Ἀχάρ εὗρον· οὗτοςδ' ἐστὶν ὁ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ κεκλοφὼς, καὶ τὸ τεθὲν ἀνάθεμα παραβεβηκὼς, ὃς καὶ τιμωρίαν ἐξέτισε, παντὸς αὐτὸν τοῦ λαοῦ καταλεύσαντος. Ἀλλὰ μετὰ 81.1565 τὴν ἐκείνου τελευτὴν, εἰς νοῦν λαβόντες, ὅσον ἡ τοῦ θείου νόμου λωβᾶται παράβασις, κλαίοντες καὶ ὀλο φυρόμενοι τὸν Θεὸν ἱλεώσαντο. Τοῦτο τοίνυν καὶ ἐν ταῦθα παρεδήλωσεν, ὅτι καθάπερ οἱ τηνικάδε διὰ τῆς τοῦ Ἀχὰρ τιμωρίας ἔμαθον, ὅσον ἡ παρανομία κα κὸν, οὕτω καὶ οὗτοι διὰ τῆς αἰχμαλωσίας αἴσθησιν λήψονται τῶν οἰκείων πλημμελημάτων. Καὶ τοῦτο σαφέστερον δηλῶν, ἐπήγαγε· ι ϛʹ, ιζʹ. "Καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέ ρας νηπιότητος αὑτῆς, καὶ κατὰ τὰς ἡμέρας ἀναβά σεως αὑτῆς ἐκ γῆς Αἰγύπτου. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, καλέσει με, Ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλίμ. Καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλὶμ ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τῶν ὀνομάτων αὐτῶν." Ὃν τρόπον γὰρ, φησὶν, ἐδούλευσαν Αἰγυπτίοις, οὕτως Ἀσσυρίοις δουλεύσουσι· νηπιότητα γὰρ αὐτῆς τὴν ἐν Αἰγύπτῳ καλεῖ διαγωγήν. Ἀλλὰ πρὸς καλὸν αὐ τοῖς ἡ δουλεία γενήσεται, καὶ πρόξενος αὐτοῖς εὐσε βείας ἀποφανθήσεται. Ἐν γὰρ τῇ αἰχμαλωσίᾳ ἐπι λήσεται μὲν τῆς τῶν εἰδώλων λατρείας, ἐμὲ δὲ ἄνδρα καὶ σύνοικον ὀνομάσει. Ἐγὼ δὲ αὐτῆς τὴν μεταμέ λειαν θεώμενος, ιηʹ. "∆ιαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς." Καὶ διδάσκων, ὡς οὐ περὶ θηρίων καὶ πετει νῶν λέγει, ἀλλὰ περὶ θηριωδῶν ἀνθρώπων καὶ πε τεινῶν δίκην ἐπιπετομένων καὶ ἰοβόλοις ἑρπετοῖς ἐοικότων, ἐπήγαγε· "Καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς." Εἶτα ὑπισχνεῖται αὐτοῖς τὰ αἰώνια ἀγαθά· "Καὶ κατοικιῶ αὐτοὺς ἐπ' ἐλπίδι." Περὶ ταύτης δὲ τῆς ἐλπίδος ὁ μακάριος λέγει Παῦλος· "Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ἃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἐκδεχόμεθα." Καὶ ὅτι περὶ ταύτης ἔφη τῆς ἐλπίδος, καὶ οὐχ ἑτέρας, τὰ ἐπαγόμενα μαρ τυρεῖ. ιθʹ. "Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, καὶ μνηστεύσομαι ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέῳ, καὶ ἐν οἰκτιρμοῖς." Ὅτι δὲ οὐ τὴν Ἰουδαίων Συναγωγὴν εἰς τὸν αἰῶνα ἐμνη στεύσατο, ἀλλὰ τὴν ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν συλλεγεῖσαν Ἐκκλησίαν, τὰ πράγματα μαρτυρεῖ. Ἡ μὲν γὰρ ἀπεβλήθη, ἡ δὲ τῷ μνηστῆρι συνέζευ κται, προσδεχομένη τὰ ἀγαθὰ τὰ αἰώνια· ἐμνηστεύ σατο δὲ αὐτὴν, οὐ μόνον ἐν δικαιοσύνῃ καὶ κρίματι, ἀλλὰ καὶ ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς· δικαιοσύνῃ μὲν γὰρ καὶ κρίματι κατὰ τοῦ πονηροῦ τυράννου χρησά μενος, ἔλεον δὲ καὶ οἰκτιρμοὺς εἰς τοὺς ἐκείνῳ δου λεύειν ἠναγκασμένους ἐπιδειξάμενος. Ἐπειδὴ δὲ ἔδει τοὺς ἐλέους τετυχηκότας καὶ αὐτοὺς ἀντιδοῦναί τι τῷ σεσωκότι, εἰκότως ἐπήγαγε· 81.1568 κʹ. "Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον." Πίστιν γὰρ εὐθὺς οἱ προσιόν τες ἀπαιτοῦνται μόνην· δικαιοσύνης γάρ εἰσιν ἔρη μοι· δέχονται δὲ ταύτην διὰ τῆς τοῦ λουτροῦ παλιγ γενεσίας, παρὰ τοῦ σεσωκότος Θεοῦ· ὁ δὲ τὴν πίστιν κτώμενος ἐν ἐπιγνώσει γίνεται τοῦ ∆εσπότου. Μετὰ τοίνυν τὴν πρόῤῥησιν τῶν αἰωνίων ἀγαθῶν καὶ τὰς σωματικὰς αὐτοῖς δωρεὰς προαγορεύει· περίγειοι γὰρ ὄντες καὶ χαμαίζηλοι, τούτοις μᾶλλον ἢ ἐκείνοις προσεῖχον· ὑπισχνεῖται τοίνυν χορηγεῖν μὲν ἄνωθεν ὑετὸν, παρασκευάζειν δὲ τὴν γῆν βλαστῆσαι τὰ ἀγα θά. Τοῦτο γὰρ λέγει· "Ἐπακούσομαι τῷ οὐρανῷ, καὶ οὐρανὸς ἐπακού σεται τῇ γῇ. (κβʹ.) Καὶ ἡ γῆ ἐπακούσεται τῷ σίτῳ, καὶ τῷ οἴνῳ, καὶ τῷ ἐλαίῳ, καὶ ταῦτα ἐπακούσεται τῷ Ἰεζραέλ." Εἶτα πάλιν ἀναμίγνυσι τὰ πνευ ματικά. κγʹ.