1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

131

Κυρίου, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν." Καὶ τῆς θείας προμηθείας ἐξαρτήσουσι τὰς ἐλπίδας, οὗ χάριν τῶν ἁπάντων ὁ Κύριος πάσης αὐτοὺς ἀντιλήψεως ἀξιώσει, καὶ τοσ αύτην αὐτοῖς παρέξει ῥώμην, ὥστε τὸν ἀσθενέστα τον τῷ βασιλικῷ παραβάλλεσθαι οἴκῳ (τοῦτον γὰρ ἐκάλεσεν οἶκον ∆αβίδ), τὸν δὲ βασιλικὸν οἶκον τοῦ θείου οἴκου μιμεῖσθαι τὸ ἄσυλον, ὥστε πάντας εἰς αὐτὸν, ὡς εἰς τὸν θεῖον καταφεύγειν νεὼν, ἢ ὡς ἀγγέλῳ εἰς σωτηρίαν ἀπεσταλμένῳ θαῤῥεῖν· τοσοῦτον γὰρ ἀπὸ τῆς νίκης οἱ περὶ Ἰούδαν καὶ Ἰωνάθαν ἐκαρπώσαντο κλέος, ὥστε τοὺς περιοίκους, καὶ ἀστυγείτονας, καὶ πλησιοχώρους, τούτων ἁρπά σαι τὴν συμμαχίαν· οὐ μόνον δὲ οἱ πελάζοντες, ἀλλὰ καὶ οἱ παμπόλλων ἡμερῶν ὁδὸν ἀφεστηκότες, καὶ ἐν τοῖς ἑσπερίοις κατοικοῦντες μέρεσι Ῥωμαῖοι, καὶ Σπαρτιᾶται, τὴν τούτων συμμαχίαν μετὰ πολ λῆς ἠσπάσαντο προθυμίας. θʹ, ιʹ. "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ζητήσω ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἱερουσαλήμ. Καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον ∆αβὶδ, καὶ ἐπὶ τοὺς κατ οικοῦντας Ἱερουσαλὴμ, Πνεῦμα χάριτος καὶ οἰκτιρ μοῦ." Ἀλλ' ἐγὼ μὲν αὐτοὺς τοσαύταις εὐεργεσίαις ἐπέκλυσα· τοὺς μὲν ἐπιόντας αὐτοῖς πολεμίους παντοδαπαῖς εἰδέαις θανάτου παραδιδοὺς, αὐτοῖς δὲ ἀνοίγων τὰς τοῦ ἐλέου πηγὰς, καὶ παντοίας αὐ τοὺς ἀναπιμπλῶν χάριτος· αὐτοὶ δέ με παραγε νόμενον τοῖς ἐναντίοις ἠμείψαντο, καὶ σταυρῷ προσηλώσαντες στρατιωτικῷ δόρατι τὴν πλευρὰν 81.1945 ἐξεκέντησαν, καὶ παροινοῦντες καὶ ἐπιτωθάζοντες διετέλεσαν. Ἀλλ' ὅμως οὐκ εἰς μακρὰν ὄψονταί με μετὰ τῆς θείας ἐπιφαινόμενον δόξης, καὶ τὴν οἰκείαν παραφροσύνην θρηνήσουσι, καὶ πρωτοτόκου νεανίου μιμήσονται πένθος, παραπλησίως τοῖς ἐκεῖνον ὀλο φυρομένοις κοπτόμενοι. "Ὄψονται γὰρ, φησὶ, πρός με, εἰς ὃν ἐξεκέντη σαν, καὶ κόψονται ἐπ' αὐτῷ κοπετὸν, ὡς ἐπ' ἀγα πητῷ, καὶ ὀδυνηθήσονται ἐφ' ἑαυτοῖς ὀδύνην, ὡς ἐπὶ πρωτοτόκῳ. (ιαʹ.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυν θήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ, ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου." Καθάπερ γὰρ ὑλοτόμοι ῥόας ὅτι πλείστας ἐκτέμνοντες κτύπον ἀποτελοῦσι πολύν· οὕτως ὁ τούτων κομμὸς κατακτυπήσει πάν των τὰς ἀκοάς. Οὐχ ἁπλῶς δὲ, τὰ ἄλλα δένδρα κα ταλιπὼν, τῆς ῥόας τέθεικε τὴν εἰκόνα· ἀλλ' ἐπειδὴ καὶ ἀγαπητοῦ καὶ πρωτοτόκου πένθει τὸ ἐκείνων ἀπείκασε πένθος· ἀγάπης δὲ τύπος ἡ ῥόα, συνημ μένους ἔχουσα λίαν καὶ ἡνωμένους τοὺς κόκκους, εἰκότως τῇ τούτων τῶν δένδρων τομῇ τὸν ἐκεῖνον ἔφησεν ἐοικέναι κομμόν. ιβʹ-ιδʹ. "Καὶ κόψεται ἡ γῆ κατὰ φυλάς· φυλὴ οἴ κου ∆αβὶδ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. Φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν, καὶ αἱ γυ ναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Λευῒ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐ τῶν καθ' ἑαυτάς. Πᾶσαι αἱ ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς." Τοῦτο λέγει, ὅτι κατὰ φυλὰς διαιρεθέντες, χωρὶς μὲν ἄνδρες, χωρὶς δὲ γυναῖκες τοῦτο δράσουσι. Καὶ μέμνηται οὐ μόνον φυλῶν, ἀλλὰ καὶ πατριῶν, τῆς τε τοῦ ∆αβὶδ, ἣ τὰς περὶ τοῦ ∆εσπότου Χριστοῦ ἐπαγγελίας ἐδέξατο, καὶ τοῦ Νάθαν, ὃς τηνικάδε προφητεύων, καὶ τῆς τοῦ ∆αβὶδ ἤκουσε προφητείας, καὶ αὐτὸς ἐκείνῳ προσέφερε τὰ οἰκεῖα θεσπίσματα. Μνημονεύσας δὲ καὶ τῆς τοῦ Λευῒ φυλῆς καὶ τῆς τοῦ Συμεὼν, ὕστερον ἐπήγαγε· "Πᾶσαι αἱ ὑπολε λειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν κόψεται, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς." Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις προείρηκε· "Τότε ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς." ∆ῆλον δὲ, ὅτι ὅσοι τὸ θεῖον οὐκ ἐδέξαντο κήρυγμα, θρηνή σουσι τὸν οἰκεῖον προσμένοντες ὄλεθρον. Ἀλλὰ ταῦτα μὲν ἔσται κατὰ τὸν τῆς συντελείας καιρόν. Τέως δὲ, φησὶ, τῆς ἐμῆς αὐτοὺς ἀξιώσω προμηθείας, καὶ ταῦτα εἰδὼς ὡς παραγενόμενον ἐπ' εὐεργεσίᾳ σταυ ρώσουσιν. Ἀλλ' ὅμως

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.