1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

113

"Καὶ γνώσεσθε ὅτι Κύριος παντοκρά τωρ ἀπέσταλκέ με." Τοιγαροῦν καὶ ὁ ἀποστείλας Κύριος παντοκράτωρ, καὶ ὁ ἀποσταλεὶς Κύριος παν τοκράτωρ, καὶ οὐδεμία ἀξιωμάτων διαφορά. Ἀπ εστάλη δὲ, ὡς ἔφην, ἀνθρωπίνως, οὐ θεϊκῶς, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν· καὶ ἀποσταλεὶς δὲ εἶχεν ἐν ἑαυτῷ τὸν πεπομφότα πατέρα· "Ὁ Πατὴρ γάρ μου, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα." Τούτοις ὁ προφήτης ἀκολούθως ἐπάγει· ιʹ, ιαʹ. "Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ." Ἀντικρὺς καὶ ταῦτα ἡμῖν ἁρμόζει τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ τῆς σωτηρίας τετυχηκόσιν, οἷς καὶ τὸ χαίρειν καὶ τὸ εὐφραίνεσθαι παρακελεύεται, ὡς ἔνοικον ἐσχηκόσι τὸν τοῦ παντὸς Κύριον. Ἔστι δὲ ἰδεῖν καὶ αὐτὴν τὴν αἰσθητὴν Ἱερουσαλὴμ ὑπὸ τῶν εἰς τὸν Κύριον πεπιστευκότων οἰκουμένην ἐθνῶν. Κἀνταῦθα δὲ ὁμοίως, καὶ τὴν δυάδα τῶν προσώπων, καὶ τὸ ὁμό τιμον ἐδιδάχθημεν τῶν προσώπων. "Ἰδοὺ γὰρ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ γνώσῃ ὅτι Κύριος παντο κράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. (ιβʹ.) Καὶ κατα κληρονομήσει Κύριος τὸν Ἰούδαν, τὴν μερίδα αὑτοῦ ἐπὶ τὴν ἁγίαν γῆν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ." Ἐκ γὰρ τοῦ Ἰούδα τὴν τοῦ δούλουμορφὴν ἀνέλαβεν ὁ ∆εσπότης, καὶ οἰκίαν αὐτὴν ἐποιή σατο μερίδα· καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν· "Πρόδηλον δὲ ὅτι Ἰούδα ἀνατέταλκεν ὁ Κύριος." Καὶ δεικνὺς ὡς οὐ μόνον τὴν Ἱερουσαλὴμ, ἀλλὰ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν εἰς σωτηρίαν καλεῖ, ἐπάγει· 81.1892 ιγʹ. "Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυ ρίου, ὅτι ἐγήγερται ἐκ νεφελῶν ἁγίων αὑτοῦ." Οὕτω καὶ ὁ ∆αβίδ φησι· "Πρὸς σὲ πᾶσα σὰρξ ἥξει." Οὕτω καὶ Ἡσαΐας· "Καὶ ὄψεται πᾶσα σὰρξ τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν. Νεφέλας δὲ τοὺς ἁγίους προφήτας εἰκότως καλεῖ, οὐδὲν οἰκεῖον φθεγ γομένους, ἀλλ' ὡς ἔκ τινος θαλάσσης τῆς τοῦ Πνεύ ματος χάριτος τὸν προφητικὸν ἕλκοντας ὑετόν. Ἀπὸ τούτων αὐτὸν ἐγείρεσθαι καὶ ἐπιφαίνεσθαι λέγει, ἐπειδὴ διὰ τούτων τὴν οἰκείαν προαγορεύσας ἐπι φάνειαν, καὶ οἷς προεθέσπισεν ἐπιθεὶς τὸ τέλος, ἔδειξε διὰ τῆς ἀληθείας θείαν τὴν προφητείαν. Ταῦτα μὲν εἰ καὶ Ἰουδαίοις ἥρμοσε κατὰ τὸν τῆς ἐπανόδου καιρὸν, ὥς τινες ἡρμηνεύκασιν, οὐ λίαν ἀντιλέγω. Ὅτι δὲ ἡ πρόῤῥησις τὴν ἀληθῆ καὶ ἀναν τίῤῥητον ἔκβασιν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐδέξατο, αὐτόθεν ἔστι μαθεῖν· ἐξ ἐκείνου γὰρ καὶ τὰ μυρία ἔθνη, τὴν προτέραν καταλιπόντα πλάνην, κατέφυγον ἐπὶ τὸν τῶν ὅλων Θεὸν, καὶ λαὸς ἐχρημάτισε θεῖος. Ἐξ ἐκείνου τὴν Ἱερουσαλὴμ τὸ ἐκ τῶν ἐθνῶν συλλεγὲν εὐσεβὲς κατῴκησε σύστημα. Ἐξ ἐκείνου πᾶσα σὰρξ, καὶ τὴν προτέραν τοῦ Σωτῆρος ἐδέξατο παρουσίαν, καὶ τὴν δευτέραν πέφρικεν ἐπιφάνειαν. Ἀλλ' ἐπὶ τὴν ἑρμη νείαν ἐπανελθεῖν καιρός.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ, βʹ. "Καὶ ἔδειξέ μοι Κύριος τὸν Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ

προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντι κεῖσθαι αὐτῷ. Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ." Καὶ ταῦτα δὲ τύπος τῶν ἡμετέρων. Ὥσπερ γὰρ ἐκείνῳ τῷ Ἰησοῦ ἀρχιερεῖ ὄντι, καὶ τὰς ὑπὲρ τοῦ λαοῦ πρεσβείας προσφέροντι τῷ Θεῷ, ἀντέκειτο λίαν ὁ ἀλάστωρ καὶ πονηρὸς διάβολος· οὕτως Ἰησοῦ τῷ μεγάλῳ ἀρχιερεῖ, τῷ κατὰ τὴν τάξιν Μελχισεδὲχ, τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀντηγωνίζετο πάλιν ὁ αὐτὸς οὗτος πολέμιος, ὑποσκελίσαι βουλό μενος· ἀλλὰ τούτῳ Ἰησοῦς μὲν ὁ τοῦ Ἰωσεδὲκ οὐκ ἐπετίμησεν, ἀλλ' ὁ τοῦ Ἰησοῦ ∆εσπότης. Ἡνίκα δὲ Ἰησοῦ τῷ Σωτῆρι τῆς οἰκουμένης προσῆλθεν, ὑπ' αὐτοῦ ἐπιτιμᾶται, οἷα δὴ ὑπὸ τοῦ Θεοῦ καὶ ∆εσπότου, καὶ ἀκούει· "Ὕπαγε ὀπίσω μου,