1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

82

σὺ πέποιθας ἐπ' αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Καὶ τὰ ἄλλα τὰ τού τοις προσόμοια. Ταύτην αὐτοῦ τὴν ἀλαζονείαν ὑπο δεικνὺς ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· "Ἐπι σκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων·" οὕτω τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζο νείαν γυμνοῖ. ιβʹ. "Τάδε λέγει Κύριος, κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτω διασταλήσονται." Πλῆθος ὑδάτων τὸ πλῆ θος τῶν Βαβυλωνίων καλεῖ, τὸ κατὰ τῆς Νινευῒ στρα τεῦσαν, ὃ δίκην ὑδάτων τοῖς λόχοις διαιρεθὲν, εἰς τὴν τῆς πόλεως πολιορκίαν ἐχώρησε. Τούτου δὲ, φησὶ, γενομένου, "Ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι." Λήθῃ γὰρ παντελεῖ παραδοθήσῃ. ιγʹ. "Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμούς σου διαῤῥήξω." Λήψομαι γὰρ φησὶ, σοῦ τὴν ἐξουσίαν, ἣν ἔδωκά σοι πάλαι· καὶ καταλύσω σου τὴν δυναστείαν, τοὺς ταύτης διαῤῥή ξας συνδέσμους. Ῥάβδον γὰρ τὴν ἐξουσίαν καλεῖ· καὶ τοῦτο σαφῶς ἡμᾶς διὰ Ἡσαΐου τοῦ προφήτου 81.1796 διδάσκει· "Οὐαὶ Ἀσσυρίοις! ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ τῆς ὀργῆς μου ἔστιν ἐν ταῖς χερσὶν αὐ τῶν." ιδʹ. "Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος." Ἐμοῦ γὰρ νεύοντος ταῦτα πείσῃ. "Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι." Οὐκέτι γὰρ ἡ σὴ προσηγορία τοῖς ὑπηκόοις ἐπιτεθήσεται· ἔθος γὰρ ἀπὸ τῶν βασιλευόν των τοὺς ἀρχομένους καλεῖσθαι· οὕτως ἀπὸ Βαβυ λῶνος Βαβυλώνιοι· καὶ ἀπὸ Κύρου τοῦ Πέρσου Πέρσαι· καὶ Μακεδόνες ἀπὸ Μακεδόνων ὕστερον· καὶ νῦν ἀπὸ Ῥώμης Ῥωμαῖοι. "Ἐξ οἴκου Θεοῦσου ἐξολοθρεύσω γλυπτὰ, καὶ χωνευτὰ θήσομαι τα φήν σου, ὅτι ἠτιμώθης." Κοινωνήσουσι δέ σοι τῆς ἀπωλείας καὶ οἱ χειρόκμητοί σου θεοὶ, οὓς εἰς τὴν γῆν κατακρύψεις, καὶ ὡς ἐν τάφοις τισὶ καταχώ σεις, ἵνα μὴ καὶ αὐτοὶ λάφυρα γένωνται τῶν πολε μίων. ιεʹ. "Ὅτι ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη πόδες εὐαγ γελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην." Τούτων δὲ κατὰ σοῦ γιγνομένων, πολλοὶ δραμοῦνται τοῖς τὴν Ἰουδαίαν οἰκοῦσι τὰ τῆς εἰρήνης κομίζοντες εὐαγγέ λια. "Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου ἀπόδος τῷ Θεῷ τὰς εὐχάς σου. ∆ιότι οὐ μὴ προστεθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν· συντετέλεσται, ἐξῆρ ται." Ὑμεῖς δὲ, φησὶν, ἀκούσαντες τὴν τῶν πο λεμίων κατάλυσιν, τὰς νενομισμένας ἐπιτελεῖτε τῷ Θεῷ πανηγύρεις, καὶ τὰς ἐξ ἔθους θυσίας προσ φέρετε· παντελῆ γὰρ ὑπέμεινε τὸν ὄλεθρον ὁ τὰς πολλὰς καθ' ὑμῶν ποιησάμενος στρατείας, καὶ οὐκέτι οἱονεὶ ἀναλῶσαι καὶ δαπανῆσαι ὑμᾶς ἐπι χειρήσει.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. "Ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμε νός σε ἐκ θλίψεως."

Τούτων δέ σοι αἴτιος ὁ Θεὸς, τῷ οἰκείῳ νεύματι, οἷόν τινι ἐμφυσήματι, ἐκείνους μὲν καταλύσας, σὲ δὲ τῆς ἐκείνων δυναστείας ἐλευ θερώσας. Ὥσπερ γὰρ τῷ Ἀδὰμ ἐμφυσήσας πνοὴν ζωῆς, ἐποίησεν αὐτὸν εἰς ψυχὴν ζῶσαν· οὕτω σοὶ τῷ τῆς ζωῆς ἐμφυσήματι τὴν σωτηρίαν παρέχει. Τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν ὁ ∆εσπότης Χριστὸς τοῖς ἱεροῖς δέδωκεν ἀποστόλοις. Ἐπειδὴ γὰρ ἀπώλεσεν Ἀδὰμ τὸ κατ' εἰκόνα, ὃ διὰ τοῦ θείου ἔλαβεν ἐμφυ σήματος, εἰκότως ταύτην ἀνακαινίσας ὁ ∆εσπότης Χριστὸς τοῖς ἱεροῖς ἀποδέδωκεν ἀποστόλοις, καὶ δι' αὐτῶν ἅπασι τοῖς πιστεύουσιν. Ἐνεφύσησε γὰρ αὐ τοῖς, καὶ εἶπε· "Λάβετε Πνεῦμα ἅγιον." Ἐπειδὴ τοίνυν τύπος τῶν νέων τὰ παλαιὰ, νοήσωμεν Ἀσσυ ρίων μὲν βασιλείαν καταλυομένην, τοῦ διαβόλου τὴν τυραννίδα διὰ τοῦ ∆εσπότου παυομένην Χριστοῦ· τὸν δὲ Ἰούδαν ἐπιτωθάζοντα τούτῳ καὶ ἑορτάζοντα, τὴν οἰκουμένην ἐπὶ τῇ σωτηρίᾳ χορεύουσαν, ἅτε δὴ 81.1797 τὴν πνευματικὴν χάριν διὰ τοῦ ∆εσποτικοῦ ἀπειλη φυῖαν ἐμφυσήματος, τῆς δὲ πικρᾶς τῶν δαιμόνων τυραννίδος ἀπαλλαγεῖσαν. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν ἐπανέλθωμεν. "Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος· ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα. (βʹ.) ∆ιότι ἀπέστρεψε Κύριος τὴν ὕβριν Ἰακὼβ, καθὼς ὕβριν Ἰσραήλ." Τοῦτο, οὐχ ὥς τινες ὑπέλαβον, πρὸς τὸν Ἀσσύριόν φησιν, ἀλλ' ἔτι τῷ Ἰούδᾳ προσδιαλέγεται, καὶ παρακελεύεται αὐτὸν περισκοπεῖν τὰς ὁδοὺς, καὶ τοὺς ἀγγέλους καραδο κεῖν, καὶ τὰ