1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

8

"Καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ γῆς." Τουτ έστι, γεώργιον αὐτὴν ἐμαυτῷ ἀποφανῶ, καὶ τὰ τῆς δικαιοσύνης καταβαλῶ. "Καὶ ἐλεήσω τὴν οὐκ ἠλεημένην, καὶ ἐρῶ τῷ Οὐ λαῷ μου· Λαός μου εἶ σύ· καὶ αὐτὸς ἐρεῖ· Καὶ ὁ Θεός μου εἶ σύ." Ταῦτα μὲν τυπικῶς ἐπὶ τοῦ Ζοροβάβελ συνέβη· κατ' ἀλήθειαν δὲ, μετὰ τὴν ἐνανθρώπησιν τοῦ ∆εσπότου Χριστοῦ, ὅτε καὶ ἐμνηστεύσατο τὴν Ἐκκλησίαν εἰς τὸν αἰῶνα· τότε γὰρ καὶ οἱ πεπιστευκότες εἰς αὐτὸν λαὸς πιστὸς ἀληθῶς ἐχρημάτισαν, καὶ αὐτὸς εἰλι κρινῶς τῶν εἰς αὐτὸν πεπιστευκότων ἐπεκλήθη Θεός.

ΚΕΦΑΛ. Γʹ. Μετὰ ταύτας τῶν ἀγαθῶν τὰς ἐπαγγελίας, αὖθις ὁ Θεὸς τῷ

προφήτῃ παρακελεύεται περὶ γυναῖκα διατεθῆναι μοιχεύτριαν καὶ πονηρίᾳ συζῶσαν, ἵνα πάλιν εἰκόνα δείξῃ διὰ τῶν πραγμάτων τῆς θείας περὶ τοὺς ἀναξίους φιλοστοργίας. "Καθὼς ἀγαπᾷ γὰρ, φησὶν, ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἀποβλέπουσιν εἰς θεοὺς ἀλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων." Τοιαῦτα δέ τινα κατα σκευάζειν εἰώθεισαν οἱ τοῖς εἰδώλοις ἀνακείμενοι. Παραυτίκα δὲ τὸ προσταχθὲν εἰς πέρας ἤγαγεν ὁ προφήτης, καὶ λέγει τίνα τε μισθὸν ὑπέσχετο τῇ γυναικὶ, καὶ ποίας πρὸς αὐτὴν ἐποιήσατο συνθήκας. Εἶπον γὰρ αὐτῇ, φησὶ, πᾶσαν ἀλλοτρίαν φυγεῖν συνουσίαν, ἐμοὶ δ' ἑαυτὴν διαφυλάττειν ἀνέπαφον. Ὑποδείκνυσι δὲ καὶ τῆς εἰκόνος τὸ ἀρχέτυπον. δʹ. "∆ιότι, φησὶν, ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρ χοντος, οὐδὲ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστη ρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων." Καθάπερ γὰρ, φησὶν, αὐτὴ τοῖς προτέροις ἐρασταῖς ἀποταξα μένη, τὴν τοῦ προφήτου συνοίκησιν εἵλετο· οὕτως ὑμεῖς εἰς τὴν ἀλλοτρίαν ἀπαχθέντες αἰχμάλωτοι, οὔτε βασιλικῆς, οὔτε ἱερατικῆς ἀπολαύσεσθε προ 81.1569 μηθείας· θυσιαστηρίου γὰρ οὐκ ὄντος, ποία λει τουργία γενήσεται; Οὔτε μὴν τὰ διὰ τῶν ἱερέων ἢ προφητῶν εἰωθότα δηλοῦσθαι καὶ προσημαίνεσθαι, τοῖς βουλομένοις ἐν τῇ ξένῃ μαθεῖν τὸ πρακτέον προδηλωθήσεται· ἀλλ' οὐδὲ τὴν ἐμὴν αὐτοῖς κηδε μονίαν προφανῶς ἐπιδείξω· καὶ ταῦτα διὰ τοὺς πατέρας περὶ αὐτοὺς θερμῶς διακείμενος. Τούτου γὰρ χάριν καὶ ὁ προφήτης τῇ πονηρίᾳ συζώσῃ γυναικὶ συνῴκει μὲν, ὡς προσετάχθη, τῆς δὲ γαμι κῆς ὁμιλίας ἀπείχετο· ἐπειδὴ καὶ ὁ τῶν ὅλων Θεὸς, οὔτε πάντη ἐγύμνωσε τὸν λαὸν τῆς οἰκείας προνοίας, οὔτε πρόδηλον ταύτην αὐτοῖς ἐποίει καὶ φανεράν. ∆ήλους δὲ τὰς προαγορεύσεις τὰς θείας ὠνόμασεν· ἐπειδὴ καὶ ὁ ἀρχιερεὺς τῷ λογίῳ τῆς κρίσεως τὴν δήλωσιν ἐλάμβανε, καὶ τὴν ἀλήθειαν· καὶ διά τινων σημείων ἐν ἐκείνῳ γιγνομένων προηγόρευε τὰ ἐσό μενα. ∆ιὰ τοῦτο καὶ ὁ μέγας Μωσῆς τὴν ἱερατικὴν φυλὴν εὐλογῶν· ∆ότε, φησὶ, δήλους τῷ Λευΐ. Οὕτω τὰ λυπηρὰ προθεσπίσας, ἀναμίγνυσι τούτοις καὶ τὰ χρηστά. εʹ. "Μετὰ ταῦτα γὰρ, φησὶν, ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ζητήσουσι Κύριον τὸν Θεὸν αὑτῶν, καὶ ∆αβὶδ τὸν βασιλέα αὑτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν." Ἐπειδὴ γὰρ αἱ δέκα φυλαὶ, διαστα σιάσασαι πρὸς τοὺς ἐκ ∆αβὶδ βασιλέας, ἴδιον ἑαυταῖς ἐχειροτόνησαν βασιλέα· μετὰ δὲ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἑνωθεῖσαι καὶ συναφθεῖσαι ἕνα ἔσχον ἡγε μόνα τὸν Ζοροβάβελ, ἐκ τῆς ∆αβιτικῆς βεβλα στηκότα φυλῆς, ἐφ' οὗ καὶ τῶν θεοσδότων ἀγαθῶν ἐδέξαντο τὴν ἀπόλαυσιν. Ταῦτα πάντα πρὶν γενέσθαι σαφῶς ἐπιστάμενος, διὰ τῆς προφητικῆς θεσπίζει φωνῆς. Τὸ δὲ "Ἐπ' ἐσχάτου τῶν ἡμερῶν," ἀντὶ τοῦ, μετὰ τὸ τέλος τῶν ἑβδομήκοντα τῆς αἰχμαλω σίας ἐτῶν.

ΚΕΦΑΛ. ∆ʹ. Οὕτω τὰ ἀγαθὰ προμηνύσας, πάλιν τῶν κακῶς γινομένων τὴν

κατηγορίαν ποιεῖται. Ἀληθείας γὰρ, φησὶν, ἐστὲ καὶ φιλανθρωπίας ἔρημοι, καὶ γνώσεως θείας ἐστερημένοι· πολὺ δὲ παρ' ὑμῖν τὸ ψεῦδος, καὶ ἀδεῶς ὁ φόνος τολμᾶται, καὶ τῶν ἀλλοτρίων ἐφιέμενοι σφετερίζεσθε ταῦτα, καὶ τοῖς ἀλλήλων