1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

115

κεφαλὴν γωνίας." ∆ιὰ δὲ τοῦ θεσπεσίου Ἡσαΐου ὁ τῶν ὅλων λέγει Θεός· "Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογω νιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ." Οὕτω καὶ ὁ μακάριος ∆ανιὴλ εἶδε τμηθέντα ἀπὸ ὄρους λίθον ἄνευ χειρῶν, καὶ τὴν μὲν εἰκόνα πατάξαντα, καὶ τὰς ὕλας λεπτύναντα, γενόμενον δὲ εἰς ὄρος μέγα, καὶ τὴν οἰκουμένην καλύψαντα. Ταῦτα πεπαιδευ μένος καὶ ὁ μακάριος Παῦλος βοᾷ· "Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός." Καὶ πάλιν· "Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός." Τοῦτον ἐν ἑαυτῷ φέρων τὸν λίθον ὁ Ζοροβάβελ (ἐξ αὐτοῦ γὰρ τὸ κατὰ σάρκα βεβλά στηκεν ὁ τῆς οἰκουμένης Σωτὴρ), εἰκότως καὶ αὐτὸς ὀνομάζεται λίθος, παντοδαποῖς διαλάμπων χαρί σμασιν. Οὕτω τὴν θεόσδοτον τοῦ Ζοροβάβελ ὑποδείξας χάριν, προλέγει καὶ τῆς λαμπρᾶς αὐτοῦ στρατηγίας τὰ τρόπαια· "Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ." Ταῦτα περὶ τοῦ Γὼγ καὶ Μαγὼγ προηγόρευσεν, οἷς ἐν ἡμέρᾳ μιᾷ τὴν πανωλεθρίαν ἐπήγαγε· καὶ ἅπαντας κατ' αὐτὸν θανάτῳ παρέπεμψεν, ὃν τροπικῶς προσηγόρευσε βόθρον. Τούτου δὲ, φησὶν, γενομένου, ἅπαντες οἱ ὑπὸ τῷ Ζοροβάβελ στρατευόμενοι, οἷα δὴ νικηφόροι γενόμενοι, ἀδεῶς λοιπὸν ὑπὸ τὰς ἀμπέλους καὶ τὰς συκᾶς ἀλλήλους εἰς ἑστίασιν συγκαλοῦντες εὐωχη θήσονται, τὴν τῶν πολεμίων οὐ δειμαίνοντες ἔφοδον. Τούτων ὁ προφήτης ἀκούσας, καὶ ἐν τῇ θεωρίᾳ τῶν τοσούτων καὶ τοιούτων ἀποκαλύψεων γεγονὼς, ἔξω μὲν τῶν ἀνθρωπίνων πραγμάτων κατέστη, ἐν ἐκεί νοις δὲ τὴν διάνοιαν ἔχων, ἐῴκει τινὶ λίαν κεκαρω μένῳ καὶ ὕπνῳ κατεχομένῳ· οὗ χάριν ὁ ἅγιος ἄγγε λος, ὁ τοῦ τε λαοῦ προστατεύων, καὶ περὶ τὰς ὀπτα σίας αὐτὸν ποδηγήσας ἁπάσας, 81.1897

ΚΕΦΑΛΑΙΟΝ ∆ʹ. αʹ-γʹ. Προσελθὼν, φησὶν, ἐξήγειρέ με, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ

ὕπνου αὑτοῦ. Καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπον· Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρί δες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς. Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία ἐξ εὐωνύμων." Καὶ ταῦτα δὲ πάντα αἰνί γματά ἐστιν ἑτέρων πραγμάτων. Νῦν γὰρ λυχνίαν χρυσῆν εἰς τύπον τῆς θείας ἔδειξε προμηθείας, ἣ καὶ τὰ οὐράνια καὶ τὰ ἐπίγεια πρυτανεύει· οἱ δὲ ἑπτὰ λύχνοι τῶν ἑπτὰ τῆς ἑβδομάδος ἡμερῶν ἰσά ριθμοι, τὸ διηνεκὲς καὶ διαρκὲς τῆς θείας παραδη λοῦσι προνοίας· αἱ δὲ ἐπαρυστρίδες, αἱ τὸ ἔλαιον ἐπιχέουσαι, τὴν ἄφθονον φιλοτιμίαν τῆς τοῦ Θεοῦ φιλανθρωπίας σημαίνουσιν. Οὕτω διὰ τοῦ λαμπα δίου τὴν τὰ πάντα καταφωτίζουσαν χάριν ᾐνίξατο. ∆ύο δὲ ἐλαίας ἑκατέρωθεν τεθηλυίας, τὴν βασιλείαν καὶ τὴν ἱερωσύνην ἐκάλεσε, τῇ θείᾳ χάριτι κοσμου μένας· τοὺς δὲ δύο κλάδους, τοὺς μέχρι τῶν λύχνων διήκοντας, τὸν Ἰησοῦν καὶ τὸν Ζοροβάβελ, τὸν μὲν ἐκ τῆς ἱερατικῆς, τὸν δὲ ἐκ τῆς βασιλικῆς βεβλαστηκότα φυλῆς. Ἐπειδὴ γὰρ τοῖς ἀνθρωπίνοις λογισμοῖς κεχρημένοις ἄπιστον ἐδόκει καὶ λίαν ἀπίθανον, ἄνδρας ὀλίγους, καὶ πένητας, καὶ μόγις ὀψέ ποτε τὴν μακρὰν ἐκείνην αἰχμαλωσίαν διαφυ γόντας, τοσαῦτα καὶ τοιαῦτα κατορθῶσαι ἀνδραγα θήματα, ἐβεβαίωσε τοῖς ὑποδειχθεῖσι τὴν ὑπόσχεσιν ὁ Θεὸς, διδάσκων, ὡς οὐ τῆς αὐτῶν δυνάμεως, ἀλλὰ τῆς αὐτοῦ χάριτός ἐστιν ἡ κατόρθωσις. Καὶ ταύτην τὴν ἑρμηνείαν παρ' αὐτοῦ μεμαθήκαμεν τοῦ τὴν ὄψιν ἐκείνην ὑποδείξαντος ∆εσπότου· τοῦ γὰρ προ φήτου πυθομένου τὰ δειχθέντα τίνων ἐστὶ πραγμά των αἰνίγματα, ὁ θεῖος ἄγγελος ἔφη· "Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ." Μήτε εἰς τὴν παροῦσαν εὐτέλειαν, ὦ Ζοροβάβελ, ἀποβλέπων τῶν προηγορευμένων ἀπαγορεύσῃς τὴν