1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

104

ἔτους μόνον, ἀλλὰ καὶ μηνὸς, καὶ ἡμέρας· δεῖξαι βουλόμενος οὐ μόνον τῆς οἰκοδομίας τὸ σύν τομον, ἀλλὰ καὶ τῆς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τοῖς οἰκοδομοῦσι παρασχεθείσης εὐλογίας τὴν ἄφθονον 81.1864 φιλοτιμίαν. Κελεύει γὰρ αὐτοῖς μετ' ὀλίγα παρεξ ετάσαι, τά τε πρὸ τῆς οἰκοδομίας, καὶ τὰ μετὰ ταῦτα, καὶ διὰ τῆς πείρας μαθεῖν ἐν ὅσῃ μὲν ἦσαν σπάνει τῶν ἀναγκαίων ἀναβαλλόμενοι τοῦ νεὼ τὴν ἐπιμέ λειαν· ὅσων δὲ ἀπέλαυσαν ἀγαθῶν ταύτην ἀναδεξά μενοι τὴν σπουδήν. Τὸ δὲ, Ἐν χειρὶ τοῦ προφή του, δι' Ἀγγαίου νοήσωμεν. "Εἰπὸν πρὸς Ζοροβάβελ, τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν, τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέατὸν μέγαν, λέγων· (εʹ-δʹ.) Τάδε λέγει Κύριος παν τοκράτωρ· Ὁ λαὸς οὗτος λέγουσιν· Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου. Καὶ ἐγέ νετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου. λέγων· Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται;" Ἱερέα μέγαν τὸν ἀρχιερέα καλεῖν ἔθος τῇ θείᾳ Γραφῇ. Ἀρχιερεῖ τοίνυν ὄντι τῷ Ἰησοῦ, καὶ τῷ Ζοροβάβελ δημαγωγοῦντι, οἷόν τισι κριταῖς ὁ Θεὸς κε χρημένος, τὴν τοῦ λαοῦ διὰ τοῦ Προφήτου ποιεῖται κατηγορίαν. Ὁρᾶτε γὰρ, φησὶν, ὅσης μὲν καὶ ὁποίας ἐπιμελείας τὰς σφετέρας οἰκίας ἀξιοῦσιν· οὐ γὰρ μόνον οἰκοδομοῦσιν, ἀλλὰ καὶ καλλωπίζουσι ταύτας· τὸν δὲ θεῖον οἶκον, δι' οὗ κοινῆς σωτηρίας ἀπολαύουσι πάντες, οἰκοδομεῖν οὐκ ἐθέλουσιν, ἀνεπιτήδειον εἰς οἰκοδομίαν διαβεβαιούμενοι τὸν καιρόν. εʹ. "Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν." Ὀρθῷ χρήσασθε λογισμῷ, καὶ γένεσθε κριταὶ δίκαιοι τῶν ὑμετέρων ἐπιτηδευμάτων, καὶ μάθετε τῆς περὶ τὰ θεῖα σπουδῆς τε καὶ ῥᾳθυμίας τὸ διάφορον ὅσον. Εἶτα λέγει, ὅτι πολὺν καταβαλλόμενοι σπόρον, ὀλί γιστον καρπὸν ἐκομίσαντο, ὡς ἀεὶ καὶ πεινῇν, καὶ διψῇν, καὶ κόρου μηδαμῶς ἀπολαύειν, ἀλλ' ἐν πενίᾳ καὶ ταλαιπωρίᾳ διάγειν, ὡς καὶ αὐτῆς τῶν περιβο λαίων σπανίζειν τῆς χρείας. "Περιεβάλεσθε γὰρ, φησὶ, καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς ἀπόδεσμον τετρυπημένον." Πρὸς γὰρ αὐτοῖς τοῖς κεκτημένοις, καὶ οἱ ἀποχει ροβίωτοι μισθαρνεῖν εἰωθότες, καὶ τὸν μισθὸν συν αθροίζειν, οὐδὲν τῶν πολλῶν ἀπώναντο πόνων, τῶν ἀθροιζομένων σκεδαννυμένων. Εἶτα πάλιν αὐτοῖς παρακελεύεται σώφρονι χρήσασθαι λογισμῷ, καὶ πάντων προελέσθαι τοῦ θείου ναοῦ τὴν ἐπιμέλειαν, καὶ τὰς ἀμφιλαφεῖς καταλαβεῖν κορυφὰς, καὶ τὰ ἁρμόδια τῇ οἰκοδομίᾳ ξύλα τεμεῖν· ὑπισχνούμενος συνεργήσειν, καὶ περιβλέπτους καταστήσειν. Ἀνα μιμνήσκει δὲ αὐτοὺς καὶ τῆς προτέρας ἐνδείας, ἵνα μάθωσιν οἷα τῆς ῥᾳθυμίας τὰ ἐπίχειρα. θʹ. "Ἐβλέψατε γὰρ εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα· εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτά." Πολλοὺς δρέψασθαι καρποὺς προσδοκήσαντες τῆς 81.1865 ἐλπίδος ἐψεύσθητε, καὶ ὀλίγα δὲ συναθροίσαντες οὐδὲ τούτων ἀπελαύσατε· καὶ ἐξ αὐτῶν γὰρ αὐτὰ τῶν δοχείων ἐσκέδασα. "∆ιὰ τοῦτο λέγει Κύριος παντοκράτωρ· Ἀνθ' ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὑτοῦ. (ιʹ, ιαʹ.) ∆ιὰ τοῦτο ἀνέξει ὁ οὐ ρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ στελεῖται τὰ ἐκφόρια αὑτῆς ἐφ' ὑμᾶς. Καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν, καὶ ἐπὶ τὰ ὄρη, καὶ ἐπὶ τὸν σῖτον, καὶ ἐπὶ τὸ ἔλαιον, καὶ ἐπὶ πάντα ὅσα ἐκφέρει ἡ γῆ, καὶ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν." Ὥσπερ γὰρ ὑμεῖς τῆς ἐμῆς ἀμελεῖτε θεραπείας, καὶ τῶν οἰκιῶν δὲ τῶν ὑμετέρων πολλὴν ποιεῖσθε κηδεμονίαν· οὕτως κἀγὼ πεδήσω μὲν τῶν νεφῶν τὰς ὠδῖνας, ἄγονον δὲ κε λεύσω γενέσθαι τὴν γῆν· τὴν δὲ κολαστικὴν δύναμιν, καθάπερ τινὰ ῥομφαίαν, οὐ μόνον κατὰ τῶν τῆς γῆς ἐπάξω καρπῶν, ἀλλὰ καὶ κατὰ τῶν ἐργαζομέ νων ταύτην ἀνθρώπων· κοινωνήσει δὲ αὐτοῖς τῆς τιμωρίας καὶ τὰ εἰς τὴν τούτων ὑπουργίαν γεγενη μένα κτήνη. Ταῦτα δὲ ὁ τῶν ὅλων Θεὸς ἀπειλεῖ ποιήσειν, διὰ τὴν περὶ τὸν θεῖον οἶκον ἀμέλειαν, οὐχ ὡς ἐκείνου δεόμενος· οὔτε γὰρ οὐρανοῦ δεῖται τῶν ὅλων ὁ ποιητὴς, πάντα δὲ διὰ φιλανθρωπίαν ἐδημιούργησε μόνην· ἀλλὰ καὶ αὐτῶν ἐκείνων ἐπι μελούμενος, καὶ