1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

28

Τούτων γὰρ ὑπὸ σοῦ λεγομένων, ὁ ἐν σοὶ συνεχῶς φαινόμενος Κύριος ἐλεήσει ὀρφα νόν· τουτέστι, τὸν ὀρφανοῦ δίκην ἀτημέλητον ὄντα σε, καὶ ἀκηδεμόνευτον, πάσης ἀξιώσει προνοίας, καὶ ἰά σεως δὲ μεταδώσω σοι, τῶν ἐπικειμένων ἀπαλλάττων κακῶν. Γνησίως δὲ περὶ σὲ διαθήσομαι, καὶ πᾶσαν τὴν ἐπενεχθεῖσάν σοι καταπαύσω παιδείαν· χορηγή σω δέ σοι οἷόν τινα δρόσον τὰς ἐμὰς δωρεὰς, ὡς ἂν κρίνῳ παραπλησίως ἀνθήσαις· τοῦτο γὰρ παρεδήλω σεν εἰρηκώς· ϛʹ. "Ἔσομαι ὡς δρόσος τῷ Ἰσραὴλ, ἀνθήσει ὡς κρίνον." Πολλαχοῦ δὲ τούτου τοῦ ἄνθους ἡ θεία μέμνηται Γραφή. Καὶ Ἡσαΐας μὲν βοᾷ· "Εὐφραν θήτω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον." Ἐν δὲ τῷ Ἄσματι τῶν ᾀσμάτων περὶ τῆς νύμφης ὁ νυμφίος φησίν· "Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ ἀδελ φιδή μου ἀναμέσον τῶν θυγατέρων." Καὶ ὁ Κύ ριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, "Ἀποβλέψατε, φησὶν, εἰς τὰ κρίνα τοῦ ἀγροῦ. Ἀμὴν λέγω ὑμῖν, οὔτε Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων." Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς πρὸς τῇ εὐωδίᾳ καὶ ἡ λαμπρότης τοῦ ἄνθους θαυμά ζεται. Ταύτῃ δὲ παραβάλλεται ἡ τοῦ ῥύπου τῆς ἁμαρτίας ἀπηλλαγμένη ψυχὴ, καὶ τὴν λαμπροτάτην τοῦ βαπτίσματος περιβεβλημένη στολὴν, περὶ ἧς καὶ Ἡσαΐας βοᾷ· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης." Τούτῳ γὰρ παραπλησίως τῷ κρίνῳ καὶ ὁ Ἰσραὴλ τὸν Θεὸν ἐπιγνοὺς, "Ἀνθήσει, φησὶ, καὶ βαλεῖ τὰς ῥίζας αὑτοῦ ὡς Λίβανος." ∆ηλοῖ δὲ τὸ ὄρος τὸ ταῖς κέδροις κατεστεμμένον. Εἶτα τὸ ἐσόμε νον αἰνιττόμενος πλῆθος· ζʹ. "Πορεύσονται οἱ κλάδοι αὐτοῦ." Προαγορεύει καὶ τὸν τῆς εὐσεβείας καρπόν· "Καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβά νου." ∆ιδάσκει δὲ καὶ τῶν ἀγαθῶν τὴν αἰτίαν· ηʹ. "Ἐπιστρέψουσι, καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ·" τουτέστι, τοῦ Θεοῦ. "Καὶ ζήσονται, καὶ στηριχθήσονται σίτῳ, καὶ ἐξανθήσει ὡς ἄμπε λος τὸ μνημόσυνον αὐτῶν, ὡς οἶνος Λιβάνου." Ἀπο ταττόμενοι γὰρ τῇ πλάνῃ τῶν εἰδώλων, καὶ τῇ ἐμῇ θαῤῥοῦντες κηδεμονίᾳ, παντοδαπῶν ἀγαθῶν δέξον 81.1632 ται τὴν ἀφθονίαν, καὶ οἴνῳ εὐώδει παραπλησίως, ἐν τῷ Λιβάνῳ γεωργουμένῳ, τὴν τῆς ἀρετῆς ἕξουσιν εὐοσμίαν, καὶ τὴν ἐντεῦθεν εὐφημίαν καρπώσονται. θʹ. "Τῷ Ἐφραΐμ. Τί αὐτῷ ἔτι καὶ εἰδώλοις;" Μαθὼν τοίνυν Ἐφραῒμ, οἵα τῆς εὐσεβείας ἡ κτῆσις, φύγε τῶν εἰδώλων τὴν πλάνην· τούτου γάρ σε χά ριν καὶ ἐταπείνωσα παιδεύσας, καὶ δυνατὸν ἀπο φανῶ φιλανθρωπίᾳ χρησάμενος, καὶ παραπλησίως ἀρκεύθῳ πεπυκνωμένῃ γενήσομαί σοι, καὶ τοὺς παρ' ἐμοῦ τρυγήσεις καρπούς. Ἀειθαλὴς γὰρ ἡ ἄρ κευθος, καὶ ἄσηπτον ἔχουσα τὴν φύσιν, καὶ ἀκαν θώδη κόμην περικειμένη. ∆ηλοῖ δὲ διὰ τούτων, ὅτι Σὲ παντοδαπῆς ἀξιώσας προνοίας ἀλύμαντον διατη ρήσω, τοὺς ἐπιόντας σοι καθάπερ τισὶ καταπλήττων ἀκίσιν. Οὕτω πᾶσαν συμπεράνας τὴν προφητείαν, τέλος ἐπιτέθεικεν ἅπασι τοῖς ἐντυγχάνουσιν ὀνησι φόρον. ιʹ. "Τίς σοφὸς, καὶ συνήσει ταῦτα; ἢ συνετὸς, καὶ γνώσεται αὐτά; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενή σουσιν ἐν αὐταῖς." Τοῦτο δὲ καὶ ὁ θεῖος ∆αβὶδ τὰς θείας διεξελθὼν εὐεργεσίας ἐν τῷ ἑκατοστῷ καὶ ἕκτῳ ψαλμῷ τέλος ἐπιτέθεικε τῇ μελῳδίᾳ· "Τίς σοφὸς, καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυρίου;" Σοφίας γὰρ τῷ ὄντι καὶ συνέσεως δεῖ, καὶ εἰς τὴν γνῶσιν καὶ κατανόησιν τῶν θείων λο γίων, καὶ εἰς τὴν τούτων ἐκπλήρωσίν τε καὶ δια τήρησιν· οὔτε γὰρ συνιέναι ταῦτα δυνατὸν τοὺς τοῦ θείου Πνεύματος τὴν αἴγλην μὴ δεξαμένους, οὔτε φυλάξαι μὴ τῆς ἄνωθεν ἀπολαύοντας βοηθείας. Οἱ δὲ τοσαύτην καὶ τοιαύτην περὶ τὸν Θεὸν εὔνοιαν ἐνδεικνύμενοι, τῆς ἐκεῖθεν ἐπικουρίας τυγχάνοντες, τὰς εὐθείας διαπερῶσιν ὁδοὺς, καὶ δίκαιοι χρηματί ζουσιν· οἱ δὲ ἀσεβείᾳ συζῶντες, καὶ τὴν ἐναντίαν ὁδεύοντες, δρέπονται τῆς ἀσεβείας τὰ ἐπίχειρα· παράσχοι δὲ ὁ τῶν ἁπάντων Θεὸς, πάντας ἀνθρώπους ἐθέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, μὴ ταύτης ἡμᾶς, ἀλλ' ἐκείνης γενέσθαι τῆς μοίρας, ἵνα κατὰ τοὺς θείους αὐτοῦ πολιτευόμενοι νόμους, δο ξάζωμεν αὐτὸν, κατὰ τὸν ἱερὸν