1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

80

Σαλμανάσαρ ἐξανδραποδίσαντες αἰχμαλώτους ἀπήγαγον· κατὰ δὲ τῆς Ἰουδαίας Σεν ναχηρεὶμ στρατεύσας, ἄλλας τε πόλεις εἷλε πολιορ κίᾳ, καὶ δὴ κατὰ τῆς Ἱερουσαλὴμ τὴν στρατιὰν ἀποστείλας, κατ' αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων τὴν γλῶτ ταν ἐκίνησεν. Ἀλλὰ παραυτίκα μὲν ἀοράτως δι' ἀγ γέλου ἑνὸς αἱ πολλαὶ τῷ θανάτῳ παρεπέμφθησαν μυριάδες· καὶ αὐτὸς δὲ ὁ τούτων βασιλεὺς, ταύτην διαφυγὼν τὴν πληγὴν, καὶ κῆρυξ τῆς θεηλάτου τι μωρίας γενόμενος (τούτου γὰρ χάριν σῶον αὐτὸν διαφυγεῖν ἐνδέδωκεν ὁ Θεὸς), ἐν αὐτοῖς τοῖς βασιλείοις ὑπὸ τῶν φύντων δέχεται τὴν πληγήν. Καὶ μικρὸν ὕστερον εἰς Βαβυλῶνα τῆς βασιλείας μετατεθείσης, ἐσβέσθη μὲν ἅπαν τοῦτο τῶν βασιλέων τὸ γένος, ἀνάστατος δὲ ἡ πόλις ἐγένετο, καὶ ἐρημίᾳ παντελεῖ παρεδόθη. Τοῦτον τῆς Νινευῒ τὸν ὄλεθρον ὁ μακάριος Ναοὺμ ὁ προφήτης προλέγει, τοῦ θείου Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, καὶ δι' ὧν θεσπίζει διδά σκει, ὡς οὐδὲν ἀτημέλητον, οὐδὲ ἀπρονόητον παρὰ τῷ ∆εσπότῃ Θεῷ, ψήφῳ δὲ δικαίᾳ κεχρημένος τῶν βεβιωμένων ἕκαστον ἀπαιτεῖ τὰς εὐθύνας. Οὗ χάριν τὸν μὲν Ἰσραὴλ ἠσεβηκότα παραδέδωκεν Ἀσσυρίοις· Ἀσσυρίους δὲ θηριωδῶς τούτοις προσενεχθέντας, καὶ ὠμότητι χρησαμένους, πολλὰς δι' ἑτέρων πάλιν εἰσεπράξατο δίκας. Οὔτε γὰρ ὡς θείᾳ βουλῇ διακονού μενοι τὴν κατὰ τοῦ Ἰσραὴλ ἐποιήσαντο στρατείαν, 81.1789 ἀλλ' αὐθαδείᾳ καὶ θρασύτητι χρώμενοι, καὶ τὴν οἰ κείαν δυναστείαν κατὰ πάντων ἐκτείνειν πειρώμενοι. Εἴασε δὲ αὐτοὺς ὁ τῶν ὅλων Θεὸς εἰς ἔργον ἀγαγεῖν τὸ ἐγχείρημα, δίκας δι' αὐτῶν τὸν Ἰσραὴλ εἰσπρατ τόμενος. Ὡς ἂν δὲ μὴ νομίσῃ ἐν οἰκείᾳ δυνάμει τοῦτο κατορθωκέναι, πασῶν τῶν ἄλλων περιγενο μένους πόλεων, παρ' αὐτοὺς τῆς Ἱερουσαλὴμ τοὺς περιβόλους τὰς πολλὰς κατηκόντισε μυριάδας. Ταύτας ἔχει τὰς προῤῥήσεις ἡ τοῦ μακαρίου Ναοὺμ προφητεία· ἀρκτέον δὲ λοιπὸν τῆς τῶν ῥητῶν ἑρμηνείας.

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. "Λῆμμα Νινευΐ· βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου." Ἡ τοῦ παναγίου

Πνεύματος χάρις διαφόρως ἐν τοῖς θαυμασίοις ἐνεργοῦσα προφήταις, τοὺς μὲν ὁρᾷν τινα παρεσκεύαζεν, ὡς τὸν θεσπέσιον Ἡσαΐαν, καὶ Μιχαίαν, καὶ ∆ανιὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Ζαχαρίαν· τισὶ δὲ ἐνήχει τινὰ ὡς ἐβούλετο, καὶ ἀκούειν ἐδόκουν προσδιαλεγομένου τινός· ἄλλοις ἐνέπνει τὴν προφητείαν, καὶ διὰ τῆς ἐκείνων ἐφθέγ γετο ἃ ἐβούλετο γλώττης. Ἐξαπιναίως γὰρ τῆς τού των ἐπιλαμβανομένη διανοίας ἡ προφητικὴ χάρις, καὶ τῶν ἀνθρωπείων αὐτοὺς ἁπάντων χωρίζουσα, ὑπουργεῖν καὶ διακονεῖν τοῖς προφητικοῖς παρ εσκεύαζε λόγοις. Τοῦτο οὖν ὁ προφήτης λῆμμα προσηγόρευσε, τῆς διανοίας τὴν λῆψιν, καὶ τὴν ἀπὸ τῶν ἀνθρωπίνων μετάθεσιν. Ληφθεῖσα γάρ μου, φη σὶν, ὑπὸ τοῦ θείου Πνεύματος ἡ διάνοια, προεῖδε τὰ τῇ Νινευῒ συμβησόμενα. βʹ. "Ὁ Θεὸς ζηλωτὴς, καὶ ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὑτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὑτοῦ." Ἐπειδὴ γὰρ κατὰ τῆς Ἱερουσαλὴμ λυττήσαντες βλασφήμοις κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐχρήσαντο λόγοις, εἰκότως ὑπεναντίους αὐτοὺς καὶ ἐχθροὺς ὀνομάζει, καὶ τὸν ὄλεθρον ἀπειλεῖ. Ζῆ λον δὲ τὴν δικαίαν ὀργὴν προσηγόρευσεν. Οὕτω γὰρ ὁ νομοθετῶν φησιν· "Οὐ ποιήσεις παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, ὅτι ἐγὼ Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ κατα ναλίσκον." Οὕτω καὶ ὁ μέγας Ἠλίας φησί· "Ζηλῶν ἐζήλωσα Κυρίῳ παντοκράτορι Θεῷ Ἰσραήλ·" ἀντὶ τοῦ, Κατὰ τῶν εἰς Θεὸν ἀσεβούντων ἀγανακτῶ. γʹ. "Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐ τοῦ, καὶ ἀθωῶν οὐκ ἀθωώσει." Οὐκ εὐθὺς, φησὶ, καὶ παραυτίκα τὰς τιμωρίας ἐπάγει, ἀλλὰ μακρο θυμίᾳ πλείστῃ χρώμενος. Τούτου μάρτυρες ὑμεῖς οἱ Νινευῗται, μεταμελείᾳ χρησάμενοι, καὶ τὴν σωτηρίαν εὑράμενοι, καὶ πάλιν πονηρίᾳ πλείστῃ χρησάμενοι, καὶ τέως δίκας ὑπὲρ ταύτης οὐ τίσαντες· ἀλλὰ φέ 81.1792 ρων ἐπὶ πλεῖστον τὰς τῶν ἀνθρώπων παρανομίας, οἶδε καὶ τιμωρίαν τοῖς μὴ