1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

106

τῷ κάλλει τῆς οἰκοδομίας λέγει τὸν οἶκον ἐνδοξότερον ἔσεσθαι, ἀλλὰ τῷ τρόπῳ τῆς τῶν ἐθνῶν ἀναιρέσεως· πάντοσε γὰρ τῆς φήμης διαδρα μούσης, ἐδείχθη τοῦ Θεοῦ τῶν ὅλων τὸ κράτος. ∆ιὸ σεισμὸν οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσσης τὸ γεγενη μένον καλεῖ ὡς πάντων ἐκπληττομένων, καὶ ὑπὸ τοῦ 81.1869 θαύματος διεγειρομένων εἰς ὑμνῳδίαν, οὐ μόνον τῶν 81.1869 τὴν ἤπειρον οἰκούντων, ἀλλὰ καὶ τῶν ἐν ταῖς νήσοις βιοτεύειν προαιρουμένων· πρὸς δὲ τούτοις καὶ τῶν ἀοράτων δυνάμεων, αἳ τὸν αἰθέρα καὶ αὐτὸν περι πολοῦσι τὸν οὐρανόν. "Καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ· καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι, τοῦ ἀνα στῆσαι τὸν ναὸν τοῦτον." Οὐ γὰρ μόνον τοὺς ἀνθρω πείους καταπαύσω πολέμους, ἀλλὰ καὶ τὴν θείαν αὐτοῖς χαριοῦμαι εἰρήνην, ἣ ταῖς ψυχαῖς προξενεῖ σωτηρίαν· ταῦτα δὲ ἔσται τοῖς οἰκοδομοῦσι μισθός· πάλιν ἐν τῷ ἐννάτῳ μηνὶ, προστάττεται ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ὁ προφήτης ἐπερωτῆσαι τοὺς ἱερέας, εἰ τὸ ἁγιασθὲν ἱμάτιον ὑπὸ θυσίας ἱερᾶς ἁγιάζειν ἀπόχρη τὰ πελάζοντα· οἷον ἢ ἄρτον, ἢ οἶνον, ἢ ἔλαιον, ἢ ἄλλο τι τῶν τοιούτων. Εἶτα τῶν ἱερέων ἀποφησάντων, πυνθάνεσθαι πάλιν κελεύεται, εἰ μιαί νεται τὸ ἱμάτιον ἀκαθάρτῳ τινὶ προσπελάσαν· συν ομολογησάντων δὲ τοῦτο τῶν ἱερέων, προστάττεται εἰπεῖν ὁ προφήτης ταῦτα. "Οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου, λέγει Κύριος· καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν· καὶ ὃς ἐὰν ἐγγίσῃ, ἐκεῖ μιανθήσεται." Καθάπερ, φησὶ, τὸ ἁγιασθὲν ἱμάτιον ἁγιάζειν μὲν ἄλλο τι τῶν πελα ζόντων οὐ δύναται, ὑπὸ δὲ τῶν κατὰ τὸν νόμον ἀκαθάρτων πλησιαζόντων μιαίνεται· οὕτως ὁ λαὸς οὗτος ὠφέλειαν ἀπὸ τῶν ἁγίων διὰ καχεξίαν οὐδεμίαν καρποῦται, ὑβρίζει δὲ ταῦτα δυσσεβῶς πελάζειν πειρώμενος. Εἶτα καὶ τὰς αἰτίας αὐτῶν διδάσκει. "Ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνήσονται ἀπὸ προσώπου τῶν πονηριῶν αὑτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας." Ὄρθρου, φησὶν, ὑπολάμποντος, ἀγαθοῦ μὲν οὐδενὸς ἐποιεῖσθε πρόνοιαν, τῶν δὲ κακῶν ἐπεμελεῖσθε κερδῶν· δυσμενῶς δὲ περὶ τοὺς ἐλέγχοντας τὴν ὑμετέραν πονηρίαν διέκει σθε, οἳ τὰς πύλας καταλαμβάνοντες, καὶ τοῖς εἰσιοῦσι, καὶ τοῖς ἐξιοῦσι, τοὺς θείους λόγους προσέφερον. Ἀλλὰ νῦν γοῦν σὺν ἀκριβείᾳ πάσῃ σκοπήσατε, τίνες μὲν ἦτε τῆς οἰκοδομίας ἀμελοῦντες, καὶ ὅσῃ σπάνει τῶν ἀναγκαίων κατείχεσθε· εἴκοσι μὲν κριθῶν ἀποτιθέ μενοι μέτρα, τὰ δὲ ἡμίση μόγις εὑρίσκοντες, καὶ πεντήκοντα μὲν ἐκ τῶν ληνῶν οἴνου προσδοκῶντες ἀρύεσθαι μετρητὰς, εἴκοσι δὲ μόνους εὑρίσκοντες. Ἐμοῦ διαφόρους ὑμῖν παιδείας ἐπάγοντος, ἀφορίαν, καὶ ἀνεμοφθορίαν, καὶ χάλαζαν· ἀλλ' ὅμως διὰ τὴν πολλὴν ὑμῶν ἀναλγησίαν οὐδὲ τῆς παιδείας ᾐσθά νεσθε. Ἐκείνων τοίνυν μεμνημένοι, ἐπισημήνασθε πόσης εὐετηρίας ἀπολαύσετε μετὰ τὴν τῆς οἰκοδο μίας ἀρχήν· τοσαύτην γὰρ ὑμῖν ἀφθονίαν χορηγήσω τῶν ἀναγκαίων, ὡς καὶ αὐτὰ λοιπὸν ἀγνοῆσαι τῆς ἅλω τὰ μέτρα· καὶ τοὺς ὑγροὺς δὲ ὑμῖν μετ' εὐλογίας παρέξω καρποὺς, καὶ τῶν ἀκροδρύων τὴν φορὰν χορηγήσω. Καὶ πρὸς τούτοις δὲ, ὦ Ζοροβάβελ, κἀ κείνους ἐμπεδώσω τοὺς λόγους, οὓς περὶ τοῦ Γὼγ καὶ Μαγὼγ προηγόρευσα. 81.1872 κγʹ. "Καὶ καταστρέψω θρόνον βασιλέων, καὶ ἐξολοθρεύσω δύναμιν βασιλέων ἐθνῶν, καὶ κατα στρέψω ἅρματα καὶ ἀναβάτας, καὶ ἀναβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὑτοῦ." Ἄπονον ὑμῖν, φησὶ, παρέξω τὴν νίκην. Παραπληξίᾳ γὰρ αὐτοὺς καὶ φρενοβλα βείᾳ βαλὼν, κατ' ἀλλήλων ὁπλίσω, ὥστε πάντας ἄρδην σὺν τοῖς ἵπποις ἀναιρεθῆναι. Τὸ δὲ, "Ἔτι ἅπαξ ἐγὼ σείων τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασ σαν, καὶ τὴν ξηρὰν," οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ τῆς ἐπὶ τοῦ Σενναχηρεὶμ εὐεργεσίας ἀναμιμνήσκει· καὶ γὰρ ἐκείνοις αἰφνίδιον ἐπαγαγὼν ὄλεθρον, ἅπασαν γῆν καὶ θάλατταν τοῦ φρικώδους ἐνέπλησε διηγή ματος. κδʹ. "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντο κράτωρ, λήψομαί σε, Ζοροβάβελ, τὸν τοῦ Σαλαθιὴλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα· διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντο