1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

86

δαπανῶντος, καὶ τῶν ἐναν τίων χειμάῤῥου δίκην διὰ τούτων εἰσβαλλόντων. ιδʹ. "Ὕδωρ γὰρ, φησὶ, περιοχῆς ἐπίσπασαι σεαυ τῇ." Εἶτα κατ' εἰρωνείαν· "Καὶ κατακράτησον τῶν ὀχυρωμάτων." Χρῆσαι, φησὶ, τῇ δυνάμει σου, περιβόλους ἔχουσα, καὶ τάφρους ἔξω τῶν περιβό λων. "Ἔμβηθι εἰς πηλὸν, καὶ συμπατήθητι ἐν ἀχύροις, καὶ κατακράτησον ὑπὲρ πλίνθον. (ιεʹ, ιʹ.) Ἐκεῖ κα ταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε μάχαιρα, καὶ καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦ χος. Ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ." Μὴ θάῤῥει, φησὶ, τοῖς ὀχυρώμασιν· οὐδεμίαν γὰρ ἕξεις ἐκεῖθεν βοήθειαν· ἀλλὰ δίκην πηλοῦ εἰς πλινθουργίαν μετ' ἀχύρου συμπατουμέ νου, ὑπὸ τῶν ἐπιόντων σοι πολεμίων συμπατηθήσῃ· καὶ τὴν μὲν πόλιν ἐμπρήσουσιν, ὑμᾶς δὲ τοὺς κατοι κοῦντας τοῖς παντοδαποῖς κατασφάξουσι βέλεσιν· ἀκρίδος δὲ δίκην καὶ βρούχου ἄρδην ἅπαντας ὑμᾶς 81.1808 δαπανήσουσι, καὶ ὃν πανταχόθεν συνηθροίσατε πλοῦ τον, οὐδὲ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, οἱ δυσμενεῖς λήψονται. "Βροῦχος ὥρμησε, καὶ ἐξεπετάσθη. (ιζʹ.) Ἐξ ήλατο ὡς ἀττέλαβος ὁ σύμμικτός σου, ὡς ἀκρὶς ἐπι βεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἐπεγνώσθη ὁ τό πος αὐτῆς." Καθάπερ γὰρ, φησὶν, ἀκρὶς καὶ βροῦχος, καὶ τὰ τούτοις προσόμοια, δρόσου μὲν ἐπικειμένης ἐφιζάνει τοῖς θάμνοις, ἀποπτῆναι μὴ δυνάμενα· τῆς δὲ ἡλιακῆς προσβαλλούσης ἀκτῖνος ἀνίσταται, καὶ πετάννυσι τὰ πτερὰ, καὶ εἰς ἕτερον μεταβαίνει τόπον· οὕτως οἱ εἰς ἐπικουρίαν σου πα ραγενόμενοι, τῶν πολεμίων τὴν προσβολὴν θεασάμε νοι, τῆς σφῶν αὐτῶν σωτηρίας φροντιοῦσι, καὶ φυγῇ χρησάμενοι, μόνην σε καταλείψουσιν. Εἶτα συμπα θητικῶς· "Οὐαὶ αὐτοῖς! (ιηʹ.) Ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδε χόμενος." Καὶ ἐκ τούτων δῆλον, ὡς καὶ τὸν Βαβυ λώνιον Ἀσσύριον ἡ θεία προσαγορεύει Γραφή. Οὕ τω δὲ καὶ οἱ ἔξω συγγραφεῖς αὐτὸν ὀνομάζουσι. Τοὺς μὲν γὰρ τῆς Νινευῒ βασιλέας ἔφη νυστάξαι· ὕπνον δὲ τὸν θάνατον ὀνομάζει. Οὕτω γὰρ λέγει καὶ ὁ μακάριος ∆αβίδ· "Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις." Τούτους δὲ τοὺς βασιλέας κοιμηθῆναι εἴρηκε· "Βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου." Τούτων δὲ ἀναιρεθέντων ἀπῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη φυγῇ χρώμενος, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος, οὐδὲ ἀντιστῆναι δυνάμενος. Εἶτα τὸ ἀνήκεστον τῶν κακῶν προσημαίνων· ιθʹ. "Οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου." Ἐπειδὴ τροπικῶς τὴν συντριβὴν καὶ τὴν ἴασιν τέθεικεν, ὡσαύτως ἐπήγαγεν· "Ἐφλέγμανεν ἡ πληγή σου." Ἀνιάτοις, φησὶ, παρεδόθησαν κακοῖς. "Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, κροτήσουσι χεῖρας ἐπὶ σὲ, διότι ἐπὶ τίνα οὐκ ἦλθεν ἡ κακία σου διαπαντός;" Ἀναμιμνησκόμενοι, φησὶ, τῶν εἰς αὐτοὺς ὑπὸ σοῦ γενομένων κακῶν, ἐφησθήσονταί σοι ταῦτα παθούσῃ, καὶ τὰς χεῖρας κροτήσουσιν. Εἰδότες τοίνυν τοῦ Κρι τοῦ τὸ δίκαιον, δείσωμεν τὸ κριτήριον, ἵνα τὴν ἐκεῖ θεν ἐκφερομένην κατὰ τῶν παρανομούντων διαφύγω μεν ψῆφον, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

81.1809 ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΒΑΚΟΥΜ.

ΥΠΟΘΕΣΙΣ. Εἰσί τινες, οἳ κομιδῇ δυσχεραίνουσι τοὺς ἀδικοῦν τας εὐημεροῦντας θεώμενοι· καὶ οἱ μὲν ἐνδυάζου σιν εἰ προμηθεῖται τῶν ἀνθρώπων ὁ τῶν ὅλων Θεός· οἱ δὲ πιστεύουσι μὲν τοῖς περὶ προνοίας λό γοις, ἐπαποροῦσι δὲ τί δήποτε τοῦτον οἰκονομεῖται τὸν