1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

119

ἀλλὰ καὶ τοῖς ὑπομένουσι τὸν ἀγήρω στέφανον, οὓς χρησί μους καὶ ἐπεγνωκότας αὐτὴν ὀνομάζει. Καὶ ὁ τῷ στεφάνῳ δὲ χορηγήσας τὰς ὕλας, Ἰωσίας ὁ τοῦ Σο φονίου, ὃς τῆς ἐντεῦθεν εὐκλείας ἀξιωθήσεται· τοῦτο γὰρ εἶπε· "Καὶ εἰς χάριτα υἱοῦ Σοφονίου." Εἶτα καὶ περὶ τῶν θείων λέγει χωρῶν. "Καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. (ιεʹ.) Καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσι, καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου· καὶ γνώσεσθε ὅτι Κύριος παντοκρά τωρ ἐξαπέσταλκέ με πρὸς ὑμᾶς." Οὐ γὰρ μόνον ὑμεῖς οἱ παρόντες ταῦτα δράσετε, ἀλλὰ καὶ οἱ πόῤ ῥωθεν ὑμῶν οἰκοῦντες πανταχόθεν συνδραμοῦνται, καὶ τῶν καλῶν ὑμῖν τούτων κοινωνήσουσι πόνων. "Καὶ ἔσται, ἐὰν ἀκούοντες εἰσακούσητε τῆς φω νῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν." Ταῦτα δὲ, φησὶν, ἔσται, καὶ τὸ προσῆκον δέξεται πέρας, ἐὰν ὑμεῖς τοῖς θείοις ὑπακούσητε λόγοις.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ, γʹ. "Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως, ἐγένετο

λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐννάτου, ὅς ἐστι Χασλεῦ (ὃν ἡμεῖς Ἀπέλλαιον ὀνομάζομεν)· Καὶ ἀπέστειλεν εἰς Βεθὴλ Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασιλεὺς, καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, ἐξιλάσασθαι τὸν Κύριον, λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος, καὶ πρὸς τοὺς προφήτας. Εἰ εἰσῆλ θεν ὧδε ἐν τῷ πέμπτῳ μηνὶ τὸ ἁγίασμα, ἢ νη στεύσω καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη;" Τού τους τινὲς τῶν ὑπὸ τοῦ Σαλμανασὰρ μετοικισθέντων Χουθαίων τε καὶ τῶν ἄλλων ἐθνῶν, οὓς Σαμαρείτας οἱ μετὰ ταῦτα προσηγορεύκασιν, ἡγεμόνας ἔφασαν εἶναι. Εἴτε δὲ τούτων, εἴτε ἄλλων ἐθνῶν (οὐ γὰρ ἐδί δαξεν ἡμᾶς ἡ θεία Γραφὴ), δῆλον ὡς ἀλλόφυλοι ὄντες ἀλλοφύλων ἡγοῦντο· ἀλλ' ὅμως ἐκ γειτόνων οἰκοῦν τες πολλὴν παρὰ τῶν προφητῶν καὶ τῶν ἄλλων εὐσεβῶν ὠφέλειαν ἐδέξαντο· ὅθεν θυσίας ἐξέπεμψαν τῷ Θεῷ, καὶ μαθεῖν παρὰ τῶν ἱερέων καὶ παρὰ τῶν προφητῶν ἐπόθησαν, εἰ τὸν προσήκοντα κόσμον ὁ θεῖος ἀπέλαβεν οἶκος, ἢ δεῖ, φησὶ, διὰ νηστείας πάλιν ἐξιλεώσασθαι τὸν Θεὸν, ὅπερ ἐπὶ πλεῖστον δρῶντες διετελέσαμεν. Ταῦτα ἐκείνων πυθομένων, ποιεῖται μὲν ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν λαὸν τὴν διάλεξιν· διὰ τούτων δὲ κἀκείνους τὸ πρακτέον διδά σκει· φησὶ γάρ· εʹ, ʹ. "Εἰπὲ πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς, λέγων· Ἐὰν νηστεύσητε, ἢ κό ψητε ἐν τῷ πέμπτῳ καὶ ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύκατέ μοι; Καὶ ἐὰν φάγητε, ἢ πίητε, οὐχ ὑμεῖς ἐσθίετε, καὶ πίνετε;" Μὴ οἴεσθε, φησὶν, ἐμοί τι κέρδος ἀπὸ τῆς ὑμετέρας πορίζειν νηστείας· κἂν γὰρ μυριάκις 81.1909 ὀλοφυρόμενοι καὶ θρηνοῦντες ταύτην ἐν ταῖς πέμ πταις καὶ ἐν ταῖς ἑβδόμαις ἐπιτελέσητε, ὄφελος οὐ δὲν ἐντεῦθεν καρπώσομαι. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μάρτυς τῆς αἰχμαλωσίας ὁ χρόνος· ἐν ἑβδομήκοντα γὰρ ἔτεσιν οὐδεμίαν μοι διὰ νηστείας προσηνέγκατε θεραπείαν. Ὥσπερ τοίνυν ἐσθίοντες καὶ πίνοντες ὑμεῖς τῆς ἐντεῦθεν ἡδονῆς ἀπολαύετε, οὕτω καὶ τὴν ἀπὸ τῆς νηστείας ὑμεῖς ὠφέλειαν καρποῦσθε. Καὶ μὴ νομίσητε καινὴν εἶναι ταύτην τὴν διδασκαλίαν· πάλαι γὰρ καὶ πρόπαλαι ταῦτα διὰ τῶν προφητῶν τοῖς ὑμετέροις προγόνοις καὶ πατράσι διετέλεσα λέ γων. ζʹ. "Οὐχ οὗτοι γὰρ, φησὶν, οἱ λόγοι εἰσὶν, οὓς ἐλάλησε Κύριος ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμ προσθεν; Ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη, καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ, καὶ ἡ πεδινὴ κατῳκεῖτο." Οὕτω δείξας τὴν τοῦ κηρύγματος ἀρχαιότητα, τίνα τὰ θερα πεύοντα αὐτὸν κατ' εἶδος διδάσκει· "Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρ μὸν ποιεῖτε, ἕκαστος πρὸς τὸν ἀδελφὸν αὑτοῦ. (ιʹ.) Καὶ χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πέν ητα μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὑτοῦ μὴ μνησικακεῖτε ἐν ταῖς καρδίαις ὑμῶν." Ἔλεγον, φησὶ, τοῖς ὑμετέροις πατράσι, δικάζοντας ἴσην καὶ δικαίαν ἐκφέρειν τὴν ψῆφον, ἐλέῳ δὲ περὶ τοὺς πέλας κεχρῆσθαι, τὰς δὲ τὸν βαρὺν τῆς χηρείας ἑλκούσας ζυγὸν, καὶ τοὺς ὀρφα νίαν ὀδυρομένους, μὴ πιέζειν τῇ δυναστείᾳ, μηδὲ ἀφορμὴν εἰς πλεονεξίαν τὴν