1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

79

ἰλυσπωμένων καταπεσοῦνται, οὐδὲν οὔτε δρᾶσαι, οὔτε εἰπεῖν τι τολμῶντες. Τούτοις ὁ προφήτης διακονήσας τοῖς λόγοις, τὴν θείαν ἐκπλητ τόμενος φιλανθρωπίαν, ἐβόησε· ιηʹ. "Τίς Θεὸς ὥσπερ σὺ ἐξαίρων ἀδικίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρο νομίας αὐτοῦ;" Ἀῤῥήτῳ γὰρ, φησὶν, ἀγαθότητι, ∆έσποτα, κεχρημένος, καὶ λόγων νικώσῃ διήγησιν, οὐκ ἀπαιτεῖς τοὺς ἀνθρώπους εὐθύνας τῶν ἁμαρτη 81.1785 μάτων ἀξίας· ἀλλ' ὅταν παιδεύσας μικρὰν μεταμέ λειαν ἴδῃς, παρορᾷς τὰ ἐπταισμένα, ὑπερβαίνεις τὰ ἠσεβημένα· ὅπερ δὴ καὶ νῦν εἰς τὸν σὸν εἰργάσω λαόν. "Οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὑτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν." Τοῦτο ἔοικε τῷ ὑπὸ τοῦ μα καρίου ∆αβὶδ εἰρημένῳ· "Οὐκ εἰς τέλος ὀργισθήσε ται, οὔτε εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἁμαρ τίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν." Καὶ ὁ θεσπέσιος τοίνυν Μιχαίας βοᾷ, ὅτι Τὴν ὀργὴν οὐκ ἐφύλαξεν ἐπὶ πλεῖ στον εἰς ἔλεγχον καὶ μαρτυρίαν τῆς τοῦ λαοῦ παρα νομίας, ἀλλ' ἐλέῳ χρώμενος ἐπιστρέψει. ιθʹ. "Ἐπιστρέψει, καὶ οἰκτειρήσει ἡμᾶς, κατα δύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πᾶσαι αἱ ἁμαρτίαι ἡμῶν." Τούτοις παραπλήσια καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ Ἡσαΐου τοῦ προφήτου βοᾷ· "Ἐγώ εἰμι, ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνη σθῶ τῶν ἀδικιῶν σου." Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι οὐ μόνον ἀφίησιν, ἀλλὰ καὶ τῆς μνήμης ἐκβάλλει, καὶ οἷόν τινι βυθῷ παραδίδωσι τῇ λήθῃ. Τοῦτο γὰρ παραδηλῶν καὶ ὁ μακάριος ἔφη Μιχαίας· "Κατα δύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πᾶσαι αἱ ἁμαρτίαι ἡμῶν." Ὥσπερ γὰρ τὸ εἰς τὸν βυθὸν τῆς θαλάττης βαλλό μενον, ἀφανές ἐστι παντελῶς· οὕτω, φησὶ, καὶ τὰς ἁμαρτίας ἡμῶν λήθῃ παντελεῖ παραδώσει, διὰ τὰς πρὸς τοὺς ἡμετέρους προγόνους συνθήκας. Καὶ τοῦτο δηλῶν ἐπήγαγε· κʹ. "∆ώσεις ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεον τῷ Ἀβραὰμ, καθάπερ ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν." Οὕτω καὶ ὁ μακάριος λέγει ∆αβίδ· "Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ· λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὑτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον." Τὰς μὲν οὖν ἐκείνων ἁμαρτίας εἰς τὸν τῆς θαλάττης βυθὸν ὁ ∆εσπότης ἀπέῤῥιψε· τὰς δὲ ἡμετέρας εἰς τὴν ἱερὰν καὶ θείαν ἐξαλείφει κολυμβήθραν, ἧς ἡ Ἐρυθρὰ θάλασσα, κατὰ τὸν θεῖον Ἀπόστολον, γεγένηται τύπος, ἣν διελθὼν ὁ λαὸς, τῆς Αἰγύπτου ἀπηλλάγη δουλείας. Κατ' ἐκεῖνον καὶ ἡμεῖς τὸν τύπον, διὰ τῆς ἁγίας κολυμβήθρας τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερούμενοι, τῆς οἰκείας σωτηρίας φροντίσωμεν· διηνεκῶς τὸν εὐεργέτην ὑμνοῦντες, καὶ τοῖς ἐκείνου νόμοις ἀκολουθοῦντες, καὶ τὴν ἀπὸ τῶν ἁγίων τετριμμένην πορείαν ὁδεύον τες· ἵνα σὺν αὐτοῖς εἰς τὸ ἀγαθὸν τῆς ὁδοῦ φθάσωμεν τέλος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

81.1788 ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΝΑΟΥΜ.

ΥΠΟΘΕΣΙΣ. Οἱ Νινευῖται τὴν θείαν δείσαντες ἀπειλὴν, ἣν ὁ θεσπέσιος αὐτοῖς ἐκήρυξεν Ἰωνᾶς, μεταμελείᾳ σπου δαίᾳ χρησάμενοι, τὴν σωτηρίαν ηὕραντο. Ἀντὶ γὰρ τῆς ἀπειληθείσης πανωλεθρίας, τῆς θείας φιλανθρω πίας ἀπήλαυσαν. Χρόνου δὲ βραχέος διελθόντος, τῆς ἀφάτου μὲν ταύτης ἐπελάθοντο χάριτος, εἰς δὲ τὴν προτέραν πονηρίαν ἐπανελθόντες, ἄλλα τε μυρία παράνομα δεδράκασι, καὶ τὰς κατὰ τοῦ Ἰσραὴλ τε τολμήκασι στρατείας· καὶ τὰς μὲν δέκα φυλὰς Θε γλαθφαλάσαρ καὶ