1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

77

καὶ συχνά σοι καὶ ἐπάλληλα ἐπάξω κακά. Τοῦτο γὰρ εἶπε· ιδʹ. "Σὺ φάγεσαι, καὶ οὐ μὴ ἐμπλησθῇς." Περι βαλῶ δέ σε τῷ ζόφῳ τῶν συμφορῶν, καὶ φυγῇ χρη σάμενος οὐκ ἀπαλλαγήσῃ τῶν πολεμούντων." Ἐκ νεύσεις γὰρ, φησὶ, καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἐὰν διασωθῶσιν, ἐν ῥομφαίᾳ παραδοθήσονται." 81.1780 Ἀλλὰ καὶ πολλὰ πονήσας περὶ τὴν γῆν, τῶν ἐξ αὐτῆς οὐκ ἀπολαύσῃ καρπῶν. "Καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου." Καὶ διδάσκων, ὡς νῦν οὐ περὶ τοῦ νόμου λέγει τοῦ θείου, ἀλλὰ τῆς παρανόμου πολιτείας, ἐπ ήγαγε· "Καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαάβ." Ἐκείνην γὰρ ζηλώσαντες τὴν ἀσέβειαν, τούτοις παραδοθήσεσθε τοῖς κακοῖς, ὥστε τοὺς ὁρῶντας τὰς συμβαινούσας ὑμῖν συμφορὰς, τῷ συριγμῷ σημαίνειν τὸ μέγεθος. Ταῦτα πάντα εἰρηκὼς ὁ προφήτης ὀλοφύρεται, ὡς πολλοῖς μὲν λόγοις χρησάμενος, ἀνόνητα δὲ πο νήσας.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. "Οἴ μοι! ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα

ἐν τρυγητῷ, οὐχ ὑπάρ χοντος βότρυος· τοῦ φαγεῖν τὰ πρωτόγονα ἐπεπό θησεν ἡ ψυχή μου." Ἔοικα, φησὶ, τοῖς τοὺς ἐκ πίπτοντας ἀστάχυας συλλέγουσι, ἢ τὰς ὑπὸ τῶν τρυ γώντων καταλιμπανομένας ἐρευνῶσιν ἐπιφυλλίδας· οὐδένα γὰρ οὐδὲ ἐγὼ βότρυν εὐπειθείας ηὗρον, καὶ ταῦτα λίαν ποθήσας εὑρεῖν τι ἐπέραστον, καὶ ἀπ αρχῆς ἄξιον· τοῦτο γὰρ εἶπε· "Τοῦ φαγεῖν τὰ πρωτό γονα ἐπεπόθησεν ἡ ψυχή μου." Ἐπειδὴ γὰρ τῷ Θεῷ τὰ πρωτότοκα προσεφέρετο, τὸ ἀξιέραστον εἰ κότως πρωτόγονον προσηγόρευσε. Καὶ ταῦτα τροπικῶς εἰρημένα, σαφῆ ποιῆσαι βουλόμενος, ἐπήγαγεν· "Οἴ μοι, ψυχή! (βʹ.) ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει." Εἶτα ποιεῖται τῶν ἁμαρτημάτων κατάλο γον. Οἱ μὲν γὰρ δικάζοντες, φησὶ, τὴν ἄδικον κατὰ τῶν ἀνευθύνων ἐπιφέρουσι ψῆφον, καὶ φόνους παρανόμους τολμῶσι· τῶν δὲ λοιπῶν ἕκαστος τοῦ πλείονος ἐφιέμενος σφετερίζεται τὰ τοῦ γείτονος. Ὁ δὲ κατὰ τοὺς νόμους δικάζειν πεπιστευμένος, οὐδὲ τοὺς προσφέροντας ἀναμένει, ἀλλ' αὐτὸς αἰτεῖ δω ροδόκῳ κεχρημένος γνώμῃ. "Ὁ γὰρ ἄρχων, φησὶν, αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε· καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν." ∆εξάμενος γὰρ τὰ δῶρα παρὰ τῶν ἀδικούντων, τὴν καταθύμιον αὐτοῖς ὑπισχνεῖται νίκην. Τούτου χάριν φησίν· δʹ. "Ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώ γων, καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς σου." ∆ίκην γὰρ σητὸς ἔνδοθεν ξύλου βαδίζοντος, καὶ ἅπαν τοῖς ὀδοῦσι διαφθείροντος, ἀναλώσει σε ἡ κατὰ σοῦ φερομένη ψῆφος ἐν τῇ τῆς τιμωρίας ἡμέρᾳ. Ταύτην γὰρ ἐκάλεσε σκοπιὰν, τουτέστι, τὴν κατ' αὐτὴν τοῦ Θεοῦ ἐπιφάνειαν. Εἶτα θρηνητικῶς ὁ φιλάνθρωπος πατὴρ παιδεύοντι ἐοικώς· "Οὐαὶ, οὐαὶ, αἱ ἐκδική σεις σου ἥκασι! νῦν ἔσονται κλαυθμοὶ αὐτῶν." Τούτων δὲ, φησὶ, γινομένων, οὔτε φίλος φίλου προστήσεται, οὔτε βασιλεὺς φροντιεῖ τῶν ὑπηκόων, οὔτε σύνευνος τοῦ ὁμόζυγος κηδεμονίαν ποιήσεται· ἀλλ' ἕκαστος τῆς οἰκείας φροντιεῖ σωτηρίας, τὴν ἀποφυγὴν περισκοπῶν τῶν κακῶν, ὡς μήτε υἱὸν τῷ πατρὶ τὴν προσήκουσαν ἀπονέμειν τιμὴν, μήτε θυ γατέρα μητρὶ τὸ γέρας ἀποδιδόναι, μήτε νύμφην 81.1781 τῆς κηδεστρίας ἐπιμελεῖσθαι· πάντων οἷον ἐν δια στάσει τινὶ γιγνομένων, καὶ ἀλλήλων ὑπερορώντων, καὶ μόλις τῆς οἰκείας σωτηρίας προμηθουμένων. Ἀλλ' ἐκεῖνοι μὲν ἐν τούτοις ἔσονται· ἐγὼ δὲ, φησὶν ὁ προφήτης, ζʹ. "Ἐν τῷ Κυρίῳ ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου." Καὶ δεικνὺς, οἷος τῆς ὑπο μονῆς ὁ καρπὸς, "Ἐπακούσεταί μου, φησὶν, ὁ Θεός μου." Οὕτω σαφῶς διδάξας τῆς εἰς Θεὸν ἐλπίδος τὸ κέρδος, τῆς Ἱερουσαλὴμ ἀναλαμβάνει τὸ πρόσωπον, καὶ πρὸς τὴν Ἰδουμαίαν ποιεῖται τοὺς λόγους, ἐχθρὰν οὖσαν ἀεὶ καὶ πολεμίαν. ηʹ. "Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέ πτωκα." Ἀναστήσομαι γὰρ τῆς θείας ἀπολαύου σα κηδεμονίας· αὐτὸς γὰρ καὶ ἐν σκότῳ διαγού σῃ τὴν οἰκείαν αἴγλην παρέξει. Νῦν δὲ ὀργὴν Κυ ρίου ὑποίσω,