1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

134

τὴν τῆς Ἱερουσα λὴμ πολιορκίαν διαιρουμένην, καὶ τοὺς μὲν τὸ ἑῷον αὐτῆς μέρος, τοὺς δὲ τὸ ἐσπέριον καταλαβόντας, καὶ ἄλλους μὲν τὰ βόρεια, ἄλλους δὲ τὰ νότια φρου ροῦντας. Εἰκὸς δὲ ἦν καὶ τὸ ὄρος αὐτὸ τὴν διαίρεσιν ταύτην ὑπομεῖναι, τοῦ Θεοῦ τὴν κατ' αὐτῶν δει κνύντος ὀργήν. Καὶ γὰρ ἡνίκα τὸν ∆εσπότην τῷ σταυρῷ προσήλωσαν, σκότος μὲν ἐξεχύθη κατὰ πᾶσαν τὴν οἰκουμένην, κλονουμένη δὲ ἡ γῆ τάφος αὐτοῖς αὐτοσχέδιος γενέσθαι ἠπείγετο, τὰ δὲ ὄρη κατ' αὐτῶν ἠφίει τὰς πτέρυγας. Λέγει τοίνυν ὅτι τούτων τῶν ὀρέων ῥαγέντων, καὶ τῶν φαράγγων αἱ διαβάσεις ἐμφραχθήσονται· καθάπερ ἐπὶ τοῦ Ὀζίου τοῦ μεγάλου σεισμοῦ γενομένου. Εἰ γὰρ δι' ἐκεῖνον ἐλάττονα πλημμελήσαντα, καὶ τῆς ἱερωσύνης παρανόμως κατατολμήσαντα, οὕτως ἔσεισε τὴν γῆν τῶν ὅλων ὁ Κύριος, μειζόνων οὗτοι πειραθῆναι δίκαιοι συμφορῶν, τὰ μείζονα τολμήσαντες δυσσε βήματα. Οὐδὲ γὰρ θεασάμενοι συγκινουμένην τὴν κτίσιν ἐπὶ τῷ τολμήματι τοῦ σταυροῦ, τὰ τῆς μετα μελείας προσεδέξαντο φάρμακα. ∆ιόπερ ὁ Προφήτης καταλιπὼν τὰ ἐν τῷ καιρῷ τῆς τιμωρίας γεγενημένα, μεταφέρει τὸν λόγον ἐπὶ τὰ συμβάντα κατὰ τὴν τῆς παρανομίας ἡμέραν. ʹ. "Ἐν ἐκείνῃ γὰρ, φησὶ, τῇ ἡμέρᾳ," καθ' ἣν ὁ τῆς οἰκουμένης σταυρωθήσεται Σωτὴρ, "οὐκ ἔσται φῶς." Καὶ τοῦτο ἡ ἱστορία ἐδίδαξεν· "Ἀπὸ γὰρ ἕκτης ὥρας μέχρις ἐννάτης σκότος ἐγένετο καθ' ὅλης τῆς οἰκουμένης," ἵνα πάντες οἱ ἄνθρω ποι τῇ τῆς προφητείας μαρτυρήσωσιν ἀληθείᾳ. "Ἀλλὰ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν." Καὶ τούτου δὲ οἱ εὐαγγελισταὶ μάρτυρες, καὶ τῶν ἀποστόλων ὁ κορυφαῖος ἐν τῷ πυλῶνι παρὰ τὴν πυρὰν θερμαινόμενος. ζʹ. "Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ." Ἄνω γὰρ ἅπαντα προεγίνωσκεν ὁ Θεός. "Καὶ οὐχὶ ἡμέρα, καὶ οὐ νύξ." Ἐὰν γὰρ ἡμέραν αὐτὴν προσαγορεῦσαι θελήσω, ἐπέχει με τῆς μεσημβρίας τὸ σκότος· ἐὰν δὲ νύκτα βουληθῶ ὀνομάσαι διὰ τὸ σκότος, κωλύει με τὸ μέχρις ἕκτης ὥρας, καὶ τὸ μετὰ τὴν ἐννάτην γενόμενον φῶς. Τοῦτο καὶ διὰ τοῦ Προφήτου προλέγει· "Καὶ πρὸς ἑσπέραν ἔσται φῶς." Εἶτα τὰ ἐντεῦθεν φυόμενα ἀγαθά. ηʹ. "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην." Αἰνίττεται δὲ διὰ τούτου τὸ σωτήριον κήρυγμα, τὸ κατὰ πᾶσαν τὴν οἰκουμένην δραμὸν, καὶ τά τε ἑῷα, τά τε ἑσπέρια τῆς θείας διδασκαλίας ἐμπλῆσαν. Καὶ κατ' αὐτὴν μέντοι τὴν ἱστορίαν ἔστιν ἰδεῖν τὴν τῆς προφητείας ἀλήθειαν· 81.1956 κατ' ἐκείνην γὰρ τὴν ἡμέραν ἐκ τῆς ἁγίας ἀνεστο μώθη πλευρᾶς ἡ τῆς σωτηρίας πηγὴ, ἀφ' ἧς τὰ διπλᾶ τῶν μυστηρίων ἐδεξάμεθα νάματα· τὸ ὕδωρ, φημὶ, καὶ τὸ αἷμα, ἅπερ ὁ ἑωρακὼς μεμαρτύρηκε. Τὸ μὲν καθαῖρον ἡμᾶς, καὶ τῶν ἁμαρτημάτων ἐλευ θεροῦν· τὸ δὲ διατρέφον, καὶ ἄρδον, καὶ τεθηλέναι παρασκευάζον. Λέγει δὲ καὶ τὸν καιρὸν ἐν ᾧ ταῦτα συνέβη. "Ἐν θέρει καὶ ἔαρι ἔσται οὕτως." Ἐπειδὴ γὰρ οἱ μὲν διχὰ εἰς χειμῶνα καὶ θέρος, οἱ δὲ τετραχὰ εἰς ἔαρ, καὶ θέρος, καὶ μετόπωρον, καὶ χειμῶνα, τὸν ἐνιαυτὸν διαιροῦσιν, ἀμφότερα τέθεικε διὰ τὴν τῶν Ἰουδαίων ἀναίδειαν, ἵνα καὶ κατὰ τούτους καὶ κατ' ἐκείνους τὴν ἀλήθειαν δείξῃ. Εἴτε γὰρ εἰς θέρος καὶ χειμῶνα τὸν ἐνιαυτὸν διαιρεῖτε, θέρους ἔσται ἀρχὴ, ὅτε ταῦτα συμβήσεται· εἴτε τέσσαράς φατε τὰς τροπὰς, γινώσκετε ἔαρος εἶναι καιρὸν τὸν τούτου καιρόν. Τότε προφανῶς βασιλεύσει τῆς οἰκου μένης ὁ παρ' ὑμῶν ἀνασκολοπισθεὶς, καὶ ἡ μὲν πολύθεος πλάνη λήψεται πέρας. θʹ. "Ἔσται δὲ Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον." Οὐ γὰρ μόνον Ἰουδαῖοι ταῦτα φρονήσουσιν, ἀλλὰ καὶ τὰ πάλαι θεογνωσίας ἔρημα ἔθνη, τά τε ἀπὸ νότου τῆς Ἱερουσαλὴμ, καὶ τὰ ἀπὸ βοῤῥᾶ· τοῦτο γὰρ εἶπεν ὁ Προφήτης. ιʹ. "Ἀπὸ Γαβαᾶ, καὶ ἕως Ῥεεμὼν, κατὰ νότον Ἱερουσαλήμ· Ῥαμᾶ δὲ ἐπὶ τοῦ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμὶν, ἕως τῆς πύλης τῆς πρώτης." Αἰνίττεται δὲ διὰ τούτων τὴν Βηθλεέμ· καὶ γὰρ ὁ μακάριος Ματθαῖος, τῶν παίδων ἱστορή σας τὸν φόνον, τὴν προφητικὴν τέθεικε μαρτυρίαν, βοῶσαν· "Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ