1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

25

ὑπομένεις, ἐπειδὴ ταύτης διὰ τῶν προφητῶν τὰς προῤῥήσεις δεξάμε νος οὐκ ἔδεισας, οὐδὲ μεταβαλεῖν ἐβουλήθης τὴν γνώ μην· καὶ ταῦτα, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τῶν προῤῥήσεων γενομένων. Τοιοῦτον γὰρ ἦν καὶ τὸ ὑπὸ τοῦ θεσπεσίου Ὡσηὲ γεγενημένον· ποτὲ μὲν γὰρ γυναῖκα πόρνην, ποτὲ δὲ μοιχεύτριαν, κατὰ τὴν θείαν ἔλαβεν ἐντολὴν, εἰκὼν τοῦ Θεοῦ τῶν ὅλων γινόμενος, καὶ τῆς τοῦ λαοῦ παρανομίας κατηγορῶν. Πρὸς δὲ τούτῳ δηλοῖ, ὅτι Καὶ διαφόροις ἀποκαλύψεσιν ἐχρησάμην, οὐ τὴν ἐμὴν φύσιν ὑπο δεικνὺς (ἀόρατος γὰρ αὕτη), ἀλλὰ πρὸς τὴν χρείαν ἐκτυπῶν τὴν θεωρίαν. Οὔτε γὰρ ὁμοίως ἅπασιν ὤφθην· ἄλλως γὰρ τῷ ∆ανιὴλ, καὶ ἄλλως τῷ Ἰεζε κιὴλ, ἑτέρως δὲ τῷ Ἡσαΐᾳ, καὶ τῷ Μιχαίᾳ οὐ κατὰ τὸν ὅμοιον τρόπον· καὶ Μωσῇ δὲ καὶ Ἀβραὰμ πρὸ τούτου διαφόρως. ιαʹ. "Εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἦσαν ἄρ χοντες ἐν Γαλγάλοις θυσιάζοντες." Ὑμεῖς δὲ, τού των ἀπολαύοντες παρ' ἐμοῦ, ἐν Γαλαὰδ καὶ Γαλγά λοις ταῖς κατειδώλοις πόλεσι, σὺν τοῖς ἄρχουσι τοῖς ὑμετέροις τοῖς δαίμοσι τὰς θυσίας προσφέρετε· καὶ ταῦτα, οὐ παρ' αὐτῶν, ἀλλὰ παρ' ἐμοῦ τὰς εὐεργεσίας δρεπόμενοι. Εἰ μὲν γὰρ ἐκ Γαλαὰδ, τουτέστι, παρὰ τῶν εἰδώλων, ἀγαθοῦ τινος ἀπελαύετε, εἶχεν ἄρα 81.1621 τινὰ χώραν ἡ ἐξαπάτη· ἐπειδὴ δὲ ταῖς ἐμαῖς δωρεαῖς ἐντρυφῶντες, ἐν Γαλαὰδ καὶ Γαλγάλοις θύετε τοῖς εἰδώλοις, κήρυκες ὑμεῖς γίνεσθε τῆς οἰκείας ἀχαρι στίας. "Καὶ τὰ θυσιαστήρια αὐτῶν, ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ." Τῶν ἀμφιβίων ἐστὶν ἡ χελώνη, ἀλλ' ἐν μὲν τοῖς ὕδασι διαιτωμένη διαφεύγει πολλάκις τῶν θηρευόντων τὰς χεῖρας· εἰς δὲ τὴν γῆν βαδίζουσα, πρόχειρός ἐστι καὶ εὐάλωτος. Ταύτῃ τοίνυν, φησὶ, παραπλησίως εὐάλωτοι ἔσονται οἱ παρ' ὑμῶν τοῖς δαίμοσι κατασκευασθέντες βωμοὶ, καὶ ὑπὸ τῶν πο λεμίων κατασκαφήσονται. Εἶτα πάλιν τῆς τοῦ προ πάτορος ἀρετῆς ἀναμιμνήσκει. ιβʹ, ιγʹ. "Καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συ ρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ ἐν γυ ναικὶ ἐφυλάξατο. Καὶ ἐν προφήτῃ ἀνήγαγε Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυ λάχθη." Ὁ γὰρ ὑμέτερος πρόγονος, τῆς μητρὸς τὰς ὑποθήκας δεξάμενος, τὴν πατρῴαν ἠνέσχετο καταλι πεῖν οἰκίαν, καὶ τὴν ἀλλοδαπῆ τῆς οἰκείας προείλετο, καὶ γυναικὸς χάριν, ἵνα μὴ λάβῃ Χαναναίαν, ἀλλ' ἐκ τῆς τοῦ Σὴμ συγγενείας, δουλείαν ἐλευθερίας προτε τίμηκε, καὶ τὸν περὶ τῆς γυναικὸς ὑπὸ τῶν πατέρων τεθέντα διεφύλαξε νόμον. ∆ιὸ μέχρι τῶν ἀπογόνων τῆς παρὰ τοῦ Θεοῦ προνοίας ἀπήλαυσε· τὸ γὰρ ἐκείνου γένος, Αἰγυπτίοις δουλεύειν ἠναγκασμένον, διὰ τοῦ μεγάλου προφήτου Μωσέως τῆς ἐλευθερίας ἠξίωσεν ὁ Θεός· καὶ μέντοι καὶ ἐπὶ τῆς ἐρήμου γε νόμενον, ἀλώβητον διετήρησε, τῷ αὐτῷ προφήτῃ δια κόνῳ χρησάμενος. ιδʹ. "Ἐθύμωσέ με Ἐφραῒμ καὶ παρώργισε, καὶ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ Κύριος κατὰ τὸν λόγον Ἐφραῒμ." Οὗτος δὲ, φησὶν, ἐξ ἐκείνου κατάγων τὸ γένος, εἰς ὀργήν με παρακινεῖ, παρανο μίᾳ πάσῃ συζῶν· ἀλλὰ τῶν παρ' αὐτοῦ σπειρομένων ἀμήσει τὰ δράγματα, ἀναλόγους ὧν δέδρακε τὰς δίκας πραττόμενος.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Εἰληφὼς γὰρ παρ' ἐμοῦ δικαιώματα καὶ νόμους, καθ' οὓς

προσῆκεν αὐτὸν πολιτεύεσθαι, τὰς τῶν εἰ δώλων παρανομίας ἀντ' ἐκείνων ἠγάπησεν· παρ' ὧν ἀντὶ ζωῆς ἐδρέψατο θάνατον. Αὔξουσι δὲ τὴν ἀσέ βειαν καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν, ἐκ χρυ σοῦ καὶ ἀργύρου τεκταινόμενοι ζώων διαφόρων ἰν δάλματα, καὶ χειροποιήτοις εἰδώλοις λατρεύοντες. Τοσούτῳ γὰρ οἴστρῳ περὶ ταῦτα κατέχονται, ὡς τῷ πλήθει τῶν ἱερείων ἐπιλιπεῖν τῶν θυμάτων τὸ γένος, καὶ τολμῆσαι αὐτοὺς εἰπεῖν· "Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασι. (γʹ.) ∆ιὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, καὶ ὡς χνοῦς ἀποφυ σώμενος λαίλαπι ἀπὸ ἅλωνος, καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων." Ταύτης ἕνεκα, φησὶ, τῆς ἀσεβείας, 81.1624 φρούδους αὐτοὺς ποιήσω τῇ τῶν πολεμίων ἐφόδῳ. Καθάπερ γὰρ τὴν ἑωθινὴν δρόσον, καὶ τὴν κατὰ τοῦ τον τὸν καιρὸν