1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

103

δούλων ἐλευθέρους τε καὶ οἰκείους ἐμοὺς ἀπο δείξω. Ταῦτα δὲ, ὡς ἔφην, καὶ τοῖς ἐκ Βαβυλῶνος ἐπανελθοῦσιν ἐδωρήσατο τηνικαῦτα, καὶ πᾶσιν ἀν θρώποις μετὰ ταῦτα κεχάρισται· οἱ γὰρ πάλαι τῷ διαβόλῳ δουλεύοντες, τῆς πικρᾶς ἐκείνης αἰχμαλω σίας ἀπαλλαγέντες, καὶ τῆς πολυθέου πλάνης ἐπιλα θόμενοι, προσῳκειώθημεν τῷ Θεῷ, ὀνομαστοὶ, κατὰ τὴν προφητείαν, παρ' Ἕλλησι καὶ βαρβάροις γενό μενοι· καὶ οἱ πάλαι μακρὰν ὄντες, ἐγγὺς γεγε νήμεθα, κατὰ τὸν θεῖον Ἀπόστολον. Προσήκει τοίνυν ἡμᾶς τῇ ἀποστολικῇ παραινέσει πεισθῆναι διαῤῥή δην βοώσῃ· "Τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευ θέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐν έχεσθε." Οὕτω γὰρ τῆς τε τοῦ τυράννου πικρᾶς ἀπαλλαγησόμεθα δυναστείας, καὶ τὸν ἡμέτερον θερα πεύσαντες ∆εσπότην, τῆς τῶν οὐρανῶν ἀπολαυσόμεθα βασιλείας, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΓΓΑΙΟΝ.

ΥΠΟΘΕΣΙΣ. Κύρος μὲν, ὁ πρῶτος Περσῶν βασιλεύσας, εὐθὺς τὴν βασιλείαν παραλαβὼν, ἐλευθερίαν τοῖς τῶν Ἰου 81.1861 δαίων δορυαλώτοις ἐκήρυξε, καὶ τοῖς βουλομένοις ἐπέτρεψε τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεών. Καὶ δὴ καταπεισθέντες ὅσοι τοῖς προφητικοῖς ἐνετράφησαν λόγοις, καὶ τὴν προτεθε σπισμένην ἀνάκλησιν ᾔδεισαν, ἐπανῆλθον προθύμως, καὶ τὴν Ἱερουσαλὴμ οἰκήσαντες, ἐπειράθησαν οἰκο δομῆσαι τὸν θεῖον νεών· εἰρχθέντες δὲ ὑπό τε τῶν ἀστυγειτόνων ἀλλοφύλων, καὶ ὑπὸ Καμβύσου τοῦ Κύρου υἱέος, ὃς τοῖς ἐκείνων ὑπαχθεὶς λόγοις, τἀ ναντία τῷ γεγεννηκότι προσέταξεν, ἡσυχίαν ἀγα γεῖν ἠναγκάσθησαν. Χρόνου δὲ συχνοῦ διελθόντος, βασιλεύει μὲν ὁ Ὑστάσπου ∆αρεῖος· δείμασθαι δὲ τὸν θεῖον κελεύει νεὼν, ὥσπερ ὁ Κύρος. Οἱ δὲ ἤρξαντο μὲν τῆς οἰκοδομίας ἐν τῷ δευτέρῳ ἔτει τῆς ἐκεί νου βασιλείας, τῷ ἕκτῳ δὲ τούτου συνεπλήρω σαν. Τούτου χάριν καὶ οἱ Φαρισαῖοι πρὸς τὸν Κύριον ἔλεγον· "Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδο μήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;" Ἀρξάμενοι γὰρ οἰκοδομεῖν ἐπὶ Κύρου δι εκωλύθησαν· εἶτα Κύρου καὶ Καμβύσου, καὶ τῶν μετὰ τούτους βασιλευσάντων Μάγων τελευτησάντων, ἐν τῷ ἕκτῳ ἔτει τῆς βασιλείας ∆αρείου τὸ προσῆκον ἡ οἰκοδομία τέλος ἐδέξατο. Ἐπὶ τούτου τῆς προφητι κῆς ἠξιώθη χάριτος ὁ θεσπέσιος Ἀγγαῖος· καὶ τῇ τούτου γλώττῃ χρώμενος ὁ τῶν ὅλων Θεὸς, αἰτιᾶται μὲν Ἰουδαίους, ὡς ὄκνῳ περὶ τὴν οἰκοδομίαν χρωμέ νους, παρακελεύεται δὲ τῷ Ζοροβάβελ δημαγωγῷ κατ' ἐκεῖνον τυγχάνοντι τὸν καιρὸν, καὶ Ἰησοῦ τῷ ἀρχιερεῖ, ἅψασθαι τῆς οἰκοδομίας εὐθέως· καὶ ὑπισχνεῖται πλῆθος ὅτι πλείστων ἐθνῶν μετὰ πολλῆς ἀθροίσειν εὐπορίας χρημάτων, κἀκεῖ πάντας παρα δώσειν θανάτῳ, καὶ τὸν ἐκείνων πλοῦτον εἰς τὰ τῆς οἰκοδομίας αὐτῆς δαπανήματα χορηγήσειν. Αὕτη μὲν οὖν ἡ τῆσδε τῆς προφητείας ὑπόθεσις· ἀκριβέστερον δὲ ταύτης τὸν νοῦν ἐκ τῆς κατὰ μέρος ἑρμη νείας εἰσόμεθα.

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. "Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βα σιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ

τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέ γων·" Πρὸ μὲν τῆς αἰχμαλωσίας, τῶν τοῦ Ἰούδα καὶ τοῦ Ἰσραὴλ βασιλέων ἐπέγραφον οἱ προφῆται τοὺς χρόνους· μετὰ δὲ τὴν ἐπάνοδον, ὡς ἀβασιλεύτων Ἰουδαίων μεμενηκότων, τοῦ Περσῶν βασιλέως ὁ μα κάριος Ἀγγαῖος τὸν χρόνον προτίθησι. Μέμνηται δὲ οὐχὶ