1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

44

φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν;" Ὥσπερ, φησὶ, τῶν ἀδυνάτων ἐστὶ δύο κατὰ ταὐτὸν ὁδοῦ τινος κοινωνῆσαι, μὴ δηλώσαντας ἀλλήλοις ὅπου τε καὶ τίνος χάριν ἀπαίρουσιν, οὔτε μὴν βρυχήσασθαι λέοντα θήρας οὐκ οὔσης, ἢ δίχα τοῦ θηρεύοντος ὄρνεον πεσεῖν, ἢ τ' ἄλλα πάντα γενέσθαι τὰ εἰρημένα· οὕτως ἀδύνατον μὴ βουλομένου Θεοῦ τιμωρίαν ἐπενεχθῆναί τινα. Κα κίαν γὰρ τὴν τιμωρίαν κέκληκε τῷ κοινῷ ἔθει χρη σάμενος. Κακὰ γὰρ καλεῖν εἰώθαμεν καὶ τὰς νόσους, καὶ τὰς παιδείας, καὶ τοὺς ἀώρους θανάτους, καὶ λι μοὺς, καὶ πολέμους, καὶ τὰ τούτοις παραπλήσια, οὐκ ἐπειδὴ φύσει ταῦτα κακὰ, ἀλλ' ἐπειδὴ τῶν ἀνθρώ πων κακωτικὰ, καὶ λύπην προξενοῦντα καὶ πένθος. Τοῦτο καὶ ὁ προφήτης ἡμᾶς Ἰωνᾶς διδάσκει σαφέστερον. "Μετενόησε γὰρ, φησὶ, Κύριος ἀπὸ τῆς κα κίας αὑτοῦ ἧς ἐλάλησε·" τουτέστιν, ἀπὸ τῆς κακω τικῆς ἀπειλῆς· κακίαν γὰρ κἀκεῖ τὴν τῆς τιμωρίας ἐκάλεσεν ἀπειλήν. Ὅτι δὲ, φησὶ, ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τῶν ἀδυνάτων ἐστιν ἐπενεχθῆναί τινι παιδείαν μὴ βουλομένου Θεοῦ, ἀπ' αὐτῶν μάθετε τῶν πραγμάτων. Προλέγει γὰρ διὰ τῶν προφητῶν, ἃ ἐπάγειν μέλλει τοῖς ἁμαρτάνουσιν ἀλγεινά. ζʹ, ηʹ. "Οὐ γὰρ μὴ ποιήσει Κύριος ὁ Θεὸς πρᾶγμα, ἂν μὴ ἀποκαλύψῃ παιδείαν αὑτοῦ πρὸς τοὺς δούλους αὑτοῦ τοὺς προφήτας. Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;" Τοῦτο τοίνυν σαφῶς εἰδότες, ὡς 81.1680 ἀληθεῖς δέχεσθε τὰς προῤῥήσεις· καὶ γὰρ καὶ ἡμεῖς δεδιότες ταύτας ὑμῖν προσφέρομεν. Εἰ γὰρ λέων βρυχώμενος ἅπαντας δεδίττεται τοὺς ἀκούοντας, πολλῷ μᾶλλον ἡμεῖς μετὰ δέους, Θεοῦ κελεύοντος, προφητεύομεν. Τοῦτο γὰρ παρεδήλωσε· "Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; (θʹ.) Ἀναγγείλατε χώραις ἐν Ἀσσυρίοις, καὶ ἐπὶ τὰς χώρας ἐν γῇ Αἰγύπτῳ· καὶ εἴπατε· Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας." Ἐπειδὴ δὲ τοῖς προφητι κοῖς ἀπιστεῖτε λόγοις, Ἀσσυρίοις καὶ Αἰγυπτίοις τὰς τολμωμένας παρανομίας ἐν τοῖς τῆς Σαμαρείας ὅροις ἄντικρυς ὑποδείξω. Τὸ γὰρ, "Καὶ ἴδετε πολλὰ θαυμαστὰ ἐν μέσῳ αὐτῆς," κατ' εἰρωνείαν εἴρηκε· διὸ σαφέστερον τὸν λόγον ποιῶν, ἐπήγαγε· "Καταδυναστεία ἐν αὐτῇ. (ιʹ.) Καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος· οἱ θησαυρί ζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν χώραις αὐτῶν." Ἀδικίαν γὰρ ὅτι πλείστην τολμῶντες καὶ τοὺς πενε στέρους καταδουλούμενοι, συνιδεῖν οὐκ ἠθέλησαν, οἵους ἡ παρανομία φύει καρπούς· ἀλλ' ἐθησαύρι ζον ἀδικίαν, ταλαιπωρίαν καὶ αἰχμαλωσίαν ἐντεῦθεν θερίζοντες. Ἁρμοδίως δὲ σφόδρα τὸ ἐθησαύριζον τέθεικε, διδάσκων, ὡς Οὐδὲν τῶν ὑφ' ὑμῶν γιγνομέ νων παραδίδοται λήθῃ, ἀλλ' οἷόν τινι θησαυρῷ, τῇ τοῦ Θεοῦ μνήμῃ καὶ τὰ εὖ καὶ καλῶς γινόμενα καὶ τἀναντία φυλάττεται. ιαʹ. "∆ιὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός· Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατ άξει ἐκ σοῦ τὴν ἰσχύν σου, καὶ διαρπασθήσονται αἱ χῶραί σου." Ἀπὸ τῶν εἰς τοὺς περιοίκους γιγνομέ νων μάθε τὰ κατὰ σοῦ γενησόμενα· οὐ μόνη γὰρ ἡ Τύρος, ἀλλὰ καὶ τὰ κύκλῳ σου ἔθνη σὺν σοὶ ἐρημίᾳ παραδοθήσονται. ιβʹ. "Τάδε λέγει Κύριος· Ὃν τρόπον ὅταν ἐκ σπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου· οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς, καὶ ἐν ∆αμασκῷ κλινεῖ." Ὥσπερ γὰρ, φησὶ, λέων ἁρπάσας πρόβατον, καὶ ὅλον καταφαγὼν, μόνα τὰ εἰς βρῶσιν ἄχρηστα καταλιπὼν ἀφίσταται, ἃ λαβεῖν ὁ ποιμὴν ἀναγκάζεται τοῖς τῶν προβάτων ἐπιδεικνὺς κυρίοις, ὡς θηριάλωτον ἐκεῖνο γεγένηται· οὕτως αἱ δέκα φυλαὶ τοῖς Ἀσσυρίοις παραδοθήσονται. Ἐκεῖνοι δὲ μόνοι τὸν ἀνδραποδισμὸν διαφεύξονται, οἳ διὰ τὴν πολλὴν εὐτέλειαν ἢ ἀσθένειαν παρ' ἐκείνων περιοφθή σονται. Ταῦτα δὲ, φησὶ, γενήσεται καὶ τῇ ∆αμασκῷ· τοῦτον γὰρ κἀκείνη τὸν ὄλεθρον πείσεται. Τὸ δὲ κατ έναντι φυλῆς ἐν μέσῳ κείμενον, παραδηλοῖ ὡς ἡ τοῦ Ἰούδα φυλὴ τέως ἀπείρατος μενεῖ τουτωνὶ τῶν κακῶν. 81.1681 Ἐπελθὼν γὰρ τῇ Ἱερουσαλὴμ ὁ Σενναχηρεὶμ μετ' αἰσχύνης ἐπανῆλθε τὴν στρατιὰν ἀπολέσας. Τούτων τοίνυν, φησὶν, ὦ ἱερεῖς ἀκούσαντες, "Ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰσραὴλ, λέγει