1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

52

καταλιπόντες· τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· "Καταβήσεται ὡς ποταμὸς Αἰγύπτου." Τότε καὶ ὁ ἥλιος μεσούσης ἡμέρας εἰς σκότος μετα βληθήσεσθαι δόξει τοῖς κατεχομένοις ὑπὸ τῶν συμφο ρῶν, καὶ τὰς μὲν ἑορτὰς εἰς πένθος, τὰς δὲ ᾠδὰς εἰς θρῆνον μεταβαλῶ· καὶ τὸ σχῆμα δὲ πένθιμον ἅπαντες ἕξουσι, τὴν εὐπρέπειαν τῆς κόμης ἀποκειρόμενοι, καὶ σάκκον περιβαλλόμενοι· ὡς ἐοικέναι τοῖς μονο γενοῦς παιδὸς ὀδυρομένοις μεταβολήν. Καὶ πρὸς τού τοις ἐπάξω λιμὸν, καὶ ἔνδειαν οὐ καρποῦ καὶ ὕδα τος, ἀλλὰ προφητείας καὶ θείας διδασκαλίας. Καὶ τῇδε κἀκεῖσε δίκην ὑδάτων ἁλλόμενοι καὶ πλανώμε νοι περινοστήσουσι, τὸν θεῖον λόγον ἐπιζητοῦντες, καὶ τοῦ ποθουμένου διαμαρτήσοντες. Ἀλλὰ μὴν καὶ αἱ νῦν καλλωπιζόμεναι παρθένοι, καὶ οἱ μετὰ τούτων ἐκτρεφόμενοι νεανίαι δίψει τηκόμενοι θανάτῳ παρα δοθήσονται. ιδʹ. "Οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας." Καὶ διδάσκων, τίς οὗτος, εὐθὺς ἐπήγαγε· "Ζῇ ὁ Θεός 81.1704 σου, ∆ὰν, καὶ ζῇ ὁ Θεός σου, Βηρσαβεέ." Ὅροι δὲ οὗτοι ἦσαν τῆς Ἰσραηλιτῶν γῆς. Ἐν δὲ τῇ ∆ὰν καὶ ὁ πρῶτος ἔστησεν Ἱεροβοὰμ θυσιαστήρια· ἡ δὲ Βηρ σαβεὲ τὸ φρέαρ ἐστὶ τοῦ ὅρκου, περὶ οὗ καὶ ἄνω εἴ ρηκε· κἀκεῖ δὲ εἴδωλα προσεκύνουν.

ΚΕΦΑΛ. Θʹ. Μετὰ ταῦτα ἰδεῖν ἔφη τὸν Κύριον ἐφεστῶτα τῷ θυσιαστηρίῳ, καὶ κελεύσαντα πατάξαι τὸ ἱλαστήριον οὕτως, ὥστε τῇ πληγῇ καὶ αὐτὰ σεισθῆναι τὰ προ πύλαια. ∆ηλοῖ δὲ καὶ διὰ τούτων, ὡς αὐτοῦ κελεύον τος, ἀλλ' οὐκ οἰκείᾳ δυνάμει χρώμενος, κρατήσει τούτων ὁ Βαβυλώνιος. "Καὶ διάκοψον, φησὶν, εἰς κε φαλὰς πάντων." Τοῦτο καὶ ὁ μακάριος Ἰεζεκιὴλ ἐθεάσατο· καὶ γὰρ ἐκεῖ ἀόρατοι δυνάμεις πελέκεσι χρώμεναι, τὴν πόλιν ἅπασαν περιδραμεῖν ἐκελεύσθη σαν, καὶ ἅπαντας πλὴν τῶν τὸ σημεῖον ἐχόντων κατ ακοντίσαι. Τοῦτο κἀνταῦθα παρηγγύησε, "∆ιάκοψον εἰς κεφαλὰς πάντων." Καὶ τὸν ἀθρόον θάνατον οὕτω παραδηλώσας, ἐπήγαγε·" Καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ· οὐ μὴ διαφύγῃ ἐξ αὐ τῶν φεύγων, καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζό μενος." Ἐὰν γὰρ εἰς ᾅδου κατέλθωσιν, ἀνασπάσω, φησὶν, αὐτοὺς τῇ χειρί· ἐὰν εἰς τὸν οὐρανὸν ἀνέλθω σιν, ὅπερ ἐστὶ τῶν ἀδυνάτων, ἐκεῖθεν αὐτοὺς κατ αγαγὼν τοῖς ἐχθροῖς παραδώσω· εἰ δὲ καὶ εἰς τὸν Κάρμηλον φύγοιεν, ῥᾷστα κἀκεῖθεν αὐτοὺς παρα λήψομαι· κἂν εἰς αὐτὸν δὲ τῆς θαλάττης καταδῦναι τὸν βυθὸν πειραθῶσι, τοῖς ἐκεῖ θηρίοις ἐντελοῦμαι καταναλῶσαι αὐτούς· ἐὰν δὲ καὶ αὐτομολῆσαι πρὸς τοὺς ἐχθροὺς πειραθῶσιν, οὐδὲ οὕτω τῆς παρ' αὐτῶν φειδοῦς ἀπολαύσουσι. "Στηριῶ γὰρ τοὺς ὀφθαλ μούς μου ἐπ' αὐτοὺς εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά." Ἐγὼ τῶν ἁπάντων Θεὸς καὶ ∆εσπότης, ὁ τῇ ἁφῇ μόνῃ ποιῶν κινεῖσθαι τὴν γῆν, καὶ πενθεῖν τούτου χάριν παρασκευάζων τοὺς κατοικοῦντας, αὐτήν. ʹ. "Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν τὴν ἐπίβασιν αὑτοῦ, καὶ τὴν ἐπαγγελίαν αὑτοῦ ἐπὶ γῆς θε μελιῶν." Τούτῳ ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου ∆αβὶδ εἰρημένον· "Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν." -"Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θα λάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ." Λέγει τὰ τῆς δυνάμεως ἔργα, ἵνα διὰ τούτων βεβαιώσῃ τὰς ἀπειλάς. ζʹ. "Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι, υἱοὶ Ἰσραήλ; λέγει Κύριος." Τὴν αὐτὴν, φησὶν, Αἰθίοψι καὶ τοῖς ἄλλοις ἀνθρώποις ἔχοντες φύσιν, πλείονος παρὰ πάντας ἠξιώθητε προμηθείας. Καὶ τοῦτο δει κνὺς ἐπήγαγεν· "Οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου;" Μετέστησαν γὰρ, φησὶ, καὶ ἕτεροι, καὶ τὴν προτέραν πατρίδα καταλι πόντες εἰς ἄλλην ἀφίκοντο· ὅνπερ δὴ τρόπον οἵ τε 81.1705 Σύροι, καὶ οἱ ἀλλόφυλοι· ἀλλ' οὐχ ὁμοίως ὑμῖν. Τὴν μὲν γὰρ ἐκείνων οὐδεὶς οἶδε μετάβασιν, τὴν δὲ ὑμε τέραν ἅπαντες ᾄδουσιν ἄνθρωποι. Καὶ ἐκεῖνοι μὲν μεταστάντες ἄλλοις συνοικοῦσι κατὰ τοὺς ἐκείνων πολιτευόμενοι νόμους· ὑμεῖς δὲ κρείττους τῶν ἐνοι κούντων γενόμενοι, καὶ πάντας αὐτοὺς ἄρδην κατ ακοντίσαντες, κύριοι τῆς ὑπ' ἐκείνων