1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

84

κατὰ τὸ οἰκεῖον τῆς Γραφῆς ἰδίωμα. ιʹ. "Ἐκτιναγμὸς, καὶ ἀνατιναγμὸς, καὶ βρασμὸς, καὶ καρδίας θόρυβος, καὶ ὑπόλυσις γονάτων, καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφὺν, καὶ τὰ πρόσωπα πάντων ὡς πρόσκαυμα χύτρας." Ἃ ἐπὶ τῶν σεισμῶν εἴωθε γίνεσθαι τινασσομένης τῆς γῆς, καὶ παλλούσης, ταυ τὰ καὶ ἐπὶ τῆς τῶν πολεμίων τέθεικε προσβολῆς· ὅτι τῶν καρδιῶν τῷ δέει βαλλομένων, καὶ αἱ τῶν γονάτων ἁρμονίαι λυθήσονται, καὶ ταῖς τικτούσαις παραπλησίως ὀδυνήσονται, καὶ τὰ πρόσωπα, τοῦ αἵ ματος παγέντος, πελιδνωθήσονται, ὡς ἐκείνῳ τῷ μέρει τῆς χύτρας προσεοικέναι, ὃ τῷ πυρὶ προσ ομιλεῖν εἴωθε. ιαʹ. "Ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις;" Καὶ καλεῖ μὲν 81.1801 τὸ κατοικητήριον τῶν λεόντων τὴν Νινευῒ, λέοντας δὲ τοὺς βασιλεῖς, σκύμνους δὲ τοὺς τούτων υἱεῖς, νομὴν δὲ, τούτων τὰς ὑπηκόους πόλεις. Οἱ πάλαι, φησὶ, λεόντων δίκην τὴν Νινευῒ μὲν οἰκοῦντες, πᾶσι δὲ ἀδεῶς ἐπιόντες, καὶ τροφὴν τοῖς σκύμνοις πορί ζοντες, πῶς νῦν οὐδὲν τοιοῦτον δρᾶτε, πολεμίων ὑμῖν ἐπελθόντων; Καὶ ἐπιμένων τῇ τροπῇ· "Ποῦ ἐπορεύ θη, φησὶ, λέων τοῦ εἰσελθεῖν;" Ἀλλ' ἆρα, φησὶ, μὴ κατά τινων στρατείαν κινήσας ἀποδημῶν ἐτύγ χανες, ἡνίκα τῶν ἐναντίων τὸ στίφος προσέβαλεν; ἀλλ' οὐκ ἔστι ταῦτα· "Ἐκεῖ γὰρ, φησὶ, σκύμνοι λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν." Οὐκ αὐτὸς γὰρ μόνος τηνικαῦτα ἐνδημῶν ἐτύγχανες, ἀλλὰ καὶ οἱ στρατηγοὶ ἅπαντες, οἱ πάλαι μηδένα δειμαίνοντες, ἀλλὰ τὰς ἄλλας καταλύοντες βασιλείας, καὶ τὸν ἐκεῖ θεν φόρον ἀθροίζοντες, καὶ τοῖς ἐκγόνοις τροφὴν πορίζοντες. Τοῦτο γὰρ παρεδήλωσε δι' ὧν ἐπ ήγαγε· ιβʹ. "Λέων ἥρπασε τὰ ἱκανὰ αὑτοῦ τοῖς σκύ μνοις, καὶ ἀπέπνιξε τοῖς λέουσιν αὑτοῦ· καὶ ἔπλησε θήρας νοσσιὰν αὑτοῦ, καὶ τὸ κατοικητήριον αὑτοῦ ἁρπαγῆς." Εἴωθε γὰρ τὰ θηρία ἀποπνίγειν τὰ θη ρώμενα ζῶα, καὶ οὕτω τοῖς ἐξ αὑτῶν προσφέρειν τροφήν. Καὶ οἱ Ἀσσύριοι δὲ, τὰς τῶν ἐθνῶν κατα λύοντες βασιλείας, τὸν ἐκεῖθεν ἐκαρποῦντο δασμόν. Ταύτης δὲ τῆς παρανομίας ἐγώ σε εἰσπράξομαι δί κας. ιγʹ. "Ἰδοὺ γὰρ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντο κράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται μάχαιρα, καὶ ἐξολο θρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκου σθῇ ἔτι τὰ ἔργα σου." Ἐπειδὴ τροπικῶς ἄνω λεόν των, καὶ σκύμνων, καὶ θήρας, καὶ νομῆς ἐμνημό νευσεν, εἰκότως καὶ τὴν τούτων ἀναίρεσιν τροπικῶς προθεσπίζει. Καὶ ἐπειδὴ τὰ ἐν ἄντροις τισὶ κεκρυμ μένα θηρία, καὶ προκύπτειν οὐ βουλόμενα, καπνὸν ταῖς εἰσόδοις προσφέροντες οἱ θηρεύοντες, ἐξιέναι καταναγκάζουσι, καὶ ἐξιόντα δέχονται ταῖς αἰχμαῖς, εἰκότως ἔφη καπνῷ παραδώσειν τὸ πλῆθος, καὶ τοὺς λέοντας τῇ ῥομφαίᾳ· σημαίνει δὲ τὸν τῆς πόλεως ἐμπρησμὸν, καὶ τὴν τῶν βασιλέων σφαγὴν, ὧν γενο μένων καὶ ἡ θήρα παῦλαν ἔλαβεν.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Εἶτα κατὰ ταυτὸν καὶ τραγῳδεῖ αὐτῆς τὴν πονη ρίαν, ψευδῆ ἅπασαν καὶ

ἄδικον ἀποκαλῶν· καὶ διηγεῖται τὰ ἐπελθόντα δεινὰ, σεισμῷ ἐοικέναι λέγων τῶν ἁρμάτων τὸν κτύπον, καὶ τὸν τῶν ἵππων χρε μετισμὸν, καὶ τῶν ἱππέων τὸν θόρυβον. Καταπλήτ τει δὲ καὶ τῇ περὶ τῶν ὅπλων ἐξηγήσει, ἀστράπτειν λέγων τοὺς θώρακας καὶ τὰς ῥομφαίας. Προλέγει δὲ καὶ τῶν πιπτόντων τὸ πλῆθος, καὶ τῶν εἰς ἐπικου ρίαν συνελθόντων ἐθνῶν τὴν ἀναίρεσιν. Ὀλίγους δὲ τοὺς ἐντεῦθεν διασωζομένους φησί. Τοῦτο γὰρ ἐδή λωσεν εἰρηκώς· 81.1804 "Ἀσθενήσουσιν ἐν τοῖς ἔθνεσιν αὑτῶν. (δʹ.) Ἀπὸ πλήθους πορνείας." Εἰς ὀλίγους γὰρ, φησὶ, περιλει φθήσεται τὸ πλῆθος αὐτῶν, διά τε τὴν περὶ τὰ εἴδωλα πλάνην, καὶ τὴν πλείστην ἀκολασίαν· ἀμφότερα γὰρ ἐνταῦθα πορνείαν καλεῖ. Καὶ τοῦτο σαφέστερον τὰ ἐπαγόμενα διδάσκει· "Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρμάκων." Ἀσεβείᾳ γὰρ καὶ παρανομίᾳ συζῶσα λαμπρά τις εἶναι καὶ περιφανὴς ἐδόκεις τοῖς οὐκ ὀρθῶς κρίνειν ἐπισταμένοις τῶν πραγμάτων τὴν φύσιν, καὶ τὸν Ποιητὴν καὶ Σωτῆρα καταλιποῦσα, ὃς φιλανθρωπίας