1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

70

αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις." Τὸ κρίνειν, φησὶ, πεπιστευμένοι, κατ έχειν ἀκλινῶς οὐκ ἠβουλήθητε τὰ τῆς δίκης ζυγά· ἀλλὰ τοῦ δικαίου μὲν ἐποιεῖσθε λόγον οὐδένα, τὸ δὲ ἄδικον δίκαιον ἐπειρᾶσθε δεικνύναι, καὶ ταύτῃ κεχρημένοι τῇ γνώμῃ, αἱμάτων ἀδίκων τὴν Ἱερου σαλὴμ ἐνεπλήσατε· δωροδοκίᾳ μὲν οἱ ἄρχοντες χρώ μενοι, οἱ δὲ ἱερεῖς τὰς περὶ τῶν νομίμων ἀποκρίσεις μετὰ χρημάτων ποιούμενοι, καὶ προῖκα τὴν θείαν ἐκτελεῖν λειτουργίαν οὐκ ἀνεχόμενοι· οἱ δὲ ὑπὸ τῶν ἐναντίων πνευμάτων ἐνεργούμενοι προφῆται, ἔμ μισθον τὴν ψευδῆ μαντείαν παρέχοντες, καὶ μετὰ δώρων τὴν ἀπάτην προσφέροντες, καὶ τοῦτο δρῶν τες τὴν θείαν ἔχειν ἐφαντάζοντο συμμαχίαν, λέγον τες· "Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς κακά." Ἐπειδὴ τοίνυν παρανομίᾳ πάσῃ συζῶντες, μάτην ἐπερείδεσθε τῇ θείᾳ προσηγορίᾳ, γινώσκετε, ὅτι ιβʹ. "∆ιὰ τοῦτο δι' ὑμᾶς, Σιὼν, ὡς ἀγρὸς ἀροτρια θήσεται, καὶ Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τὸ τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ." Τοσ αύτη, φησὶν, ἐρημία τὴν πολυθρύλλητον ταύτην καταλήψεται πόλιν, ὡς τὸν μὲν θεῖον οἶκον φυτῶν ἀναπλησθῆναι, καὶ ἀπεικασθῆναι δρυμῷ· τὰ δὲ τῶν τειχῶν ἔνδον, τὰ πάλαι ὑπὸ τῶν ἐνοικούντων στενο χωρούμενα, ταῖς ἔξω τῶν περιβόλων ἀρούραις νεουργεῖσθαι παραπλησίως, καὶ σπείρεσθαι, ὡς μηδὲν ὀπωροφυλακίου τὴν Ἱερουσαλὴμ διαφέρειν, ὃ μετὰ τὴν τῶν καρπῶν συλλογὴν ἔρημον μένει, τοῦ πρώην φυλάττοντος οἴκαδε ἐπανιόντος. Ταῦτα δὲ πέρας μὲν ἔλαβε καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ, ἡνίκα 81.1760 τὴν πόλιν ἑλὼν σὺν τῷ βασιλεῖ τοὺς ἐνοικοῦντας αἰχμαλώτους ἀπήγαγεν· ἀκριβέστερον δὲ ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος μετὰ τὴν κατὰ τοῦ Σωτῆ ρος ἡμῶν τῶν Ἰουδαίων λύτταν καὶ μανίαν γεγε νημένην. Ἄχρι γὰρ τοῦ παρόντος ὁ πολυθρύλλητος ἐκεῖνος νεὼς ἐκ βάθρων ἀνασπασθεὶς ἐρημίᾳ παντελεῖ παρεδόθη, ὡς ἀγνοεῖν τοὺς ὁρῶντας, ποῖος ἦν τῶν πάλαι ἁγίων ὁ τόπος. Οὕτω τοίνυν ἡ θεία χάρις διὰ τῆς προφητικῆς γλώττης τὰ περὶ ἐκείνου προαγο ρεύσασα τοῦ νεὼ, τῆς εἰς τὸν Κύριον Ἰησοῦν Χρι στὸν πεπιστευκυίας Ἐκκλησίας προθεσπίζει τὴν περιφάνειαν. Λέγει δὲ οὕτως·

ΚΕΦΑΛ. ∆ʹ. αʹ-γʹ. "Καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμ φανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον

ἐπὶ κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοί. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· ∆εῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυ ρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δεί ξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνα μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν." Μέχρι γὰρ τῶν ἐσχάτων τῆς γῆς τὸ εὐαγγελικὸν καὶ θεῖον διέδραμε κήρυγμα, κατὰ τὴν ἐπὶ τοῖς ἱεροῖς Εὐαγγελίοις φερομένην τοῦ Κυρίου πρόῤῥησιν. "Κηρυχθήσεται γὰρ, ἔφη, τοῦτο τὸ Εὐαγγέ λιον εἰς πάντα τὰ ἔθνη εἰς μαρτύριον αὐτοῖς." Καὶ τοῖς ἁγίοις δὲ ἀποστόλοις παρηγγύησε, λέγων· "Πορευ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν." Οὗτος ὁ εὐαγγελικὸς νόμος, καὶ ἀποστολικὸς λόγος, ἀπὸ τῆς Ἱερουσαλὴμ, οἷον ἀπό τινος πηγῆς ἀρξάμενος, πᾶσαν τὴν οἰκου μένην διέδραμε, τοῖς μετὰ πίστεως προσιοῦσι τὴν ἀρδείαν προσφέρων. Ἔστι δὲ ἰδεῖν καὶ τοὺς θείους οἴκους ἐν μέσῳ καὶ πόλεων, καὶ κωμῶν, καὶ ἀγρῶν, καὶ ἐσχατιῶν διακειμένους, καὶ μεγέθει, καὶ κάλλει διαπρέποντας, ὡς καὶ αὐτῶν τῶν ὑψηλοτάτων ὀρῶν ἐπισημοτέρους εἶναι, καὶ περιφανεστέρους. Εἰ δὲ καὶ βουνοὺς καὶ ὄρη, τὰ πάλαι ἐν τούτοις τῶν ἀλαστόρων δαιμόνων τεμένη νοῆσαί τις ἐθελήσειε, καὶ οὕτως εὑρήσει τὸν προφητικὸν λόγον ἀληθείᾳ κοσμούμενον· τὰ μὲν γὰρ ἐκ βάθρων ἀνεσπασμένα, φροῦδά ἐστι παντελῶς· οἱ δὲ θεῖοι ναοὶ, τῶν κατ' οὐρανὸν ἀστέρων καὶ τὸ πλῆθος