1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

38

τῶν ἀδοκήτων κατεχόμενοι κακῶν, ἐν σκότῳ διῆγον, νύκτα τὴν ἡμέραν νομίζοντες. ιʹ. "Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὑτοῦ· καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὑτοῦ." ∆ηλοῖ δὲ διὰ τούτων, ὡς κἀκεῖνα τῷ ὄντι γεγένηται· φωνὴν γὰρ καλεῖ τὴν βροντήν· οὕτως γὰρ αὐτὴν προσαγορευομένην καὶ ἐν ταῖς Βασιλείαις εὑρίσκομεν. "Ἐποίησε γὰρ, φησὶ, Κύριος φωνὰς καὶ ὑετόν." ∆ιδάσκει τοίνυν, ὡς καὶ βρονταῖς αὐτοὺς κατακτυπήσει, καὶ σεισμοῖς κατακλονήσει, καὶ θεηλάτοις πληγαῖς ἄρδην καταναλώσει. Ταῦτα δὲ δράσει τῶν ὅλων ὁ Κύριος, οἴκτῳ περὶ τὸν οἰκεῖον κεχρημένος λαὸν, ἵνα ταύτης ἀπολαύσας τῆς προ νοίας, γνῷ, φησὶν, ιζʹ. "Ὅτι ἐγὼ Κύριος ὁ Θεὸς κατασκηνῶν ἐν ὄρει ἁγίῳ μου." Τούτων δὴ γενομένων, περίβλε πτος ἔσται Ἱερουσαλὴμ, ἅτε δὴ τῆς ἐμῆς ἀπολαύ σασα κηδεμονίας· καὶ δέος καθέξει τοὺς ἀλλοφύλους ἅπαντας, ὥστε μηδὲ ὁδίτην τοιοῦτον δι' αὐτῆς παρ οδεύειν, τὰ εἰς ἐκείνους γεγενημένα δειμαίνοντα. Τοῦτο γὰρ παρεδήλωσεν, εἰρηκώς· "Καὶ ἀλλογε νὴς οὐ διελεύσεται δι' αὐτῆς οὐκέτι." Ἀλλὰ τὰς θείας προῤῥήσεις οὐκ ἐᾷ προβαίνειν εἰς πέρας ὑπ' αὐτῶν τὰ παρανόμως γιγνόμενα. Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς νομοθετῶν, καὶ τὰ ἀγαθὰ ὑπισχνούμενος, 81.1661 μετὰ διορισμοῦ ποιεῖται τοὺς λόγους· "Ἐὰν φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐὰν πορεύησθε ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἐὰν θέλητε, καὶ εἰσακού σητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατ έδεται." Ὥστε κἂν μὴ πανταχοῦ τοιαῦτα εὑρίσκω μεν, οὕτω νοῶμεν καὶ τὰ ἀορίστως λεγόμενα. ιηʹ. "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα." Τοὺς δὲ καρποὺς τῆς γῆς διὰ τούτων παραδηλοῖ, καὶ τῶν κτηνῶν τὴν εὐπάθειαν· τῶν γὰρ θρεμμά των καὶ τὸ γάλα καρπός. "Καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου πορεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων." Ἀφέσεις μὲν οὖν ὑδάτων τὰς πηγὰς ὀνομάζει, πηγὴν δὲ ἐξ οἴκου Κυρίου ἐκπορευομένην, τὴν τοῦ ἁγίου Πνεύματος χάριν, περὶ ἧς καὶ ἄνω προηγό ρευσεν, ἥτις οὐ μόνον Ἰουδαίους, ἀλλὰ καὶ τὰ ἔθνη πάντα πεπότικε. Χειμάῤῥουν γὰρ σχοίνων τὰ ἔθνη προσαγορεύει, πάλαι μὲν τῇ πλάνῃ παρασύραντα τοὺς πελάσαντας, μετὰ δὲ τὴν εἰς τὸν Κύριον πίστιν τὰ διειδῆ τῆς ἁγίας πηγῆς ὕδατα δεξάμενα, καὶ τῶν σχοινίων τῆς ἁμαρτίας ἀπαλλαγέντα, περὶ ὧν Ἡσαΐας βοᾷ· "Οὐαὶ, οἱ ἐπισπώμενοι τὰς ἁμαρ τίας αὑτῶν ὡς σχοινίῳ μακρῷ!" Τούτων δὲ γινομένων, ιθʹ. "Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται." Τουτέστιν, ἡ περὶ τὰ εἴδωλα μανία σβεσθήσεται· ἡ γὰρ Αἴ γυπτος ἀρχηγὸς τῆς ἀσεβείας. "Ἡ δὲ Ἰδουμαία, φησὶν, εἰς πεδίον ἀφανισμοῦ." Καὶ τὸ γήϊνον δὲ, φησὶ, καταλυθήσεται φρόνημα. Ἐδὼμ γὰρ ὁ ἐρυ θρὸς καὶ γήϊνος ἑρμηνεύεται. Καὶ κατὰ τὴν ἱστο ρίαν δὲ δυνατὸν τὰ εἰρημένα νοῆσαι· Αἴγυπτον μὲν ἀφανιζομένην τῇ στερήσει τῆς βασιλείας· Καμβύσης γὰρ αὐτὴν ὁ Κύρου παῖς καταλύει· καὶ ἡ Ἰδου μαία δὲ τὴν ἐρημίαν ὑπέμεινεν, ὡς καὶ αὐτὰ μαρ τυρεῖ τὰ πράγματα. Ταῦτα δὲ, φησὶ, πείσονται δίκας τίνοντες ὑπὲρ ὧν τὸν Ἰούδαν ἠδίκησαν. ∆ί καιον γὰρ τὸ αἷμα τὸ ἀθῶον ἐκάλεσεν, ἀντὶ τοῦ, ἄνευ τινὸς αἰτίας εὐλόγου τὰς κατ' αὐτῶν τετολμή κασι σφαγάς. κʹ, καʹ. "Ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἱερουσαλὴμ εἰς γενεὰς γενεῶν. Καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν, καὶ οὐ μὴ ἀθωώσω, καὶ Κύριος κατασκηνώσει ἐν Σιών." ∆ίκαιος γὰρ ὢν, φησὶν, οὐκ ἀνέξομαι καταλιπεῖν τοὺς ἠδικημένους ἀτημελήτους, ἀλλὰ τοὺς ἠδικηκότας κολάσω· τούτους δὲ τῆς ἐμῆς ἀξιώσω προνοίας, ἐν τῇ Σιὼν τὴν ἐμαυτοῦ δεικνὺς ἐπιφάνειαν. Τὸ δὲ, "Εἰς τὸν αἰῶνα ἡ Ἰουδαία κατοικηθήσεται," νοήσωμεν κατὰ τὴν ἄνω ἡμῖν εἰρημένην διάνοιαν. Οὐδὲ γὰρ τοῖς ἀναξίοις τὰς ἀγαθὰς ὑποσχέσεις δίκαιον χορηγεῖν τὸν Θεὸν, δίκαιον ὄντα, καὶ μυσαττόμενον ἀδικίαν. Ἑαυτοῖς τοιγαροῦν Ἰουδαῖοι πρόξενοι γεγόνασι τῆς εἰς τὰ 81.1664 ἔθνη διασπορᾶς, κατὰ τοῦ εὐεργέτου λυττήσαντες· ἡμεῖς δὲ, οἱ ἀντ' ἐκείνων εἰς νύμφης τάξιν κληθέντες, τὸν ἀγαπήσαντα νυμφίον καὶ μεγίστων