1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

93

κατέλυσε. Ταῦτα ἄνωθεν μὲν, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως δοκιμάσας, ἐπ' ἐσχάτου δὲ τῶν ἡμερῶν ἀποπληρώσας. ζʹ. "Ἀντὶ δὲ κόπων ὧν εἶδον, σκηνώματα Αἰ θιόπων πτοηθήσονται, καὶ σκηναὶ γῆς Μαδιάμ." Ἀλλὰ γὰρ μετὰ τὰ σωτήρια παθήματα εἶδον κατα πεπτωκὸς τῶν δαιμόνων τὸ γένος, οἳ τὴν φυσικὴν τῶν Αἰθιόπων χρόαν ἐν τῇ προαιρέσει μιμούμενοι, τὰς τῶν ἀνθρώπων ἐξαπατῶσι ψυχάς. Εἰ δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων ταῦτά τις ἐθέλει νοεῖν, τοῦ τῆς θείας Γραφῆς οὐκ ἐκπεσεῖται σκοποῦ· μετὰ γὰρ τὸν σωτή ριον σταυρὸν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ ∆εσπότου, τῆς πνευματικῆς χάριτος ἐμπλησθεὶς ὁ 81.1829 θεῖος τῶν ἀποστόλων χορὸς, καὶ τοῦ Μαδιὰμ τὰς σκηνὰς, καὶ τῶν Αἰθιόπων τὰς οἰκήσεις ἐθεάσατο, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς θείας ἐνέπλησε γνώ σεως. ηʹ. "Μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε, ἢ ἐν πο ταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου;" Κλονῶν, φησὶν, ὦ ∆έσποτα, τὴν γῆν, καὶ τὰ ὄρη συντρίβων, μὴ πᾶσιν ὀργίζῃ τοῖς ἔθνεσι, καὶ παν ωλεθρίαν ἅπασιν ἐπιφέρεις ἀνθρώποις; Ποταμοὺς γὰρ καὶ θάλασσαν τὰ ἔθνη προσηγόρευσεν. "Ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱπ πασία σου σωτηρία. (θʹ.) Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος." Ἀλλὰ γὰρ δῆλον, ὡς τῆς τῶν ἀνθρώπων προμηθούμενος σωτηρίας ταῦτα κατεδέξω τὰ πάθη. ∆ιὸ καθάπερ τισὶν ἵπ ποις ἐποχούμενος τοῖς ἱεροῖς ἀποστόλοις, πᾶσι τοῖς πιστεύουσι παρέξεις τὴν σωτηρίαν· τοῖς δὲ κολα στικοῖς ὅπλοις κατὰ τῶν ἀντιλεγόντων χρήσῃ, ὧν πρωτεύουσιν αἱ τοῦ Ἰσραὴλ φυλαί· σκῆπτρα γὰρ ὠνόμασε τὰς φυλάς. Τούτῳ ἔοικε, τὸ ὑπὸ τοῦ Κυρίου περὶ τοῦ μακαρίου Παύλου πρὸς τὸν Ἀνανίαν εἰρη μένον ἐν ∆αμασκῷ· "Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, καὶ τῶν υἱῶν Ἰσραήλ." Τὸ δὲ, "Ἐντείνων ἐντενεῖς τὸ τόξον σου," σφόδρα συμ βαίνει τῷ ὑπὸ τοῦ μακαρίου ∆αβὶδ εἰρημένῳ· "Ἔν τεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε·" καὶ μετ' ὀλίγα· "Τὰ βέλη σου ἠκονημένα, ∆υνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως." -"Ποταμοῖς ῥαγήσεται ἡ γῆ." Καθάπερ γὰρ οἱ γηπόνοι εἰς διώρυγας διαιροῦσι τοὺς ποταμοὺς, ἀρδείαν τῇ γῇ σοφιζόμενοι· οὕτως οἷόν τινας ποταμοὺς, τοὺς θείους ἀποστόλους καὶ τοὺς ἐκείνων ἀκολούθους διαιρήσεις, καὶ τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσοίσεις. ιʹ. "Ὄψονταί σε, καὶ ὠδινήσουσι λαοί." ∆ιπλῆν δὲ τοῦτο διάνοιαν ἔχει. Οἴ τε γὰρ πεπιστευκότες ὁρῶντές σου προφαινομένην τὴν δύναμιν ἐρῶσι, καὶ οἱονεὶ ὠδίνουσιν, ἰδεῖν σου ποθοῦντες τὴν αἰώνιον βασι λείαν· οἵ τε ἀπιστίᾳ κατεχόμενοι ὀδύναις γυναικὸς ὠδινούσης βληθήσονται, φθονοῦντες καὶ βασκαίνοντές σου τῇ δόξῃ. "Σκορπίζων ὕδατα πορείας αὐτοῦ." Καὶ τοῦτο τοῖς εἰρημένοις συμβαίνει. Τὰ γὰρ τῆς θείας αὑτοῦ διδασκαλίας ὕδατα διὰ τῶν θείων ἀπο στόλων εἰς πάντα τὰ ἔθνη διένειμεν. "Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὑτῆς, ὕψος φαντα σίας αὐτῆς ἐπήρθη. (ιαʹ.) Ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὑτῆς." Ἐπέμεινε τῇ τροπῇ, καὶ τὴν τῶν νοημάτων ἀκολουθίαν ἐφύλαξε. Ποταμοὺς γὰρ τοὺς ἱεροὺς ἀποστόλους προσαγορεύσας, θάλασ σαν ὀνομάζει τὰ ἔθνη τῇ τῆς ἀσεβείας πικρότητι κατεχόμενα. Ἀλλὰ καθάπερ ποταμῶν εἰσβαλλόντων 81.1832 εἰς πέλαγος πολὺς ἦχος καὶ ψόφος ἀποτελεῖται, τῶν θαλαττίων κυμάτων εἰργόντων, καὶ ἐπεχόντων τὴν εἰσβολήν· οὕτως τῶν θείων ἀποστόλων τὰ ἔθνη πε ρινοστούντων, καὶ τὸ σωτήριον διαπορθμευόντων κή ρυγμα, θόρυβοι κατ' αὐτῶν ἐκινοῦντο, καὶ στάσεις τῶν ἀπίστων ἀντιλεγόντων, καὶ σβεννύναι πειρω μένων τῆς διδασκαλίας τὴν φλόγα. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Ἐν Ἐφέσῳ μὲν γὰρ ∆ημήτριος ὁ ἀργυροκόπος τὴν κατὰ τῶν ἀποστόλων ἐκίνησε ταραχήν· ἐν Κορίνθῳ δὲ ἕτεροι ἐβόων· "Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν." Ἐν Ἱεροσολύμοις δὲ οἱ Ἰουδαῖοιπᾶσαν τὴν πόλιν κατὰ τοῦ θεσπεσίου Παύλου κινή σαντες, Ῥωμαίοις, τὸ τελευταῖον, παρέδοσαν. Καὶ ἄλλα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν "Εἰς φῶς βολίδες σου πορεύσονται· εἰς φέγγος ἀστραπῆς