1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

112

προφήτης ἑώρα, καὶ τοῦ προστατεύοντος ἀγγέλου τὴν κηδεμονίαν, καὶ τῶν ἄλλων ἀγγέλων τὸν δρό μον, καὶ τὰ τῆς πόλεως μέτρα, ἵνα καὶ αὐτὸς βε βαίως δέξηται τὰς ἀγαθὰς περὶ τῆς Ἱερουσαλὴμ ὑποσχέσεις, καὶ ὁ λαὸς ἀκριβῶς τοῖς λεγομένοις πιστεύσῃ, οὐ λόγους ἁπλῶς προσφερομένους, ἀλλὰ πράγματα θεωρῶν προτυπούμενα. Εὐθὺς μὲν οὖν ὑποδείξας ἐκεῖνα τῷ προφήτῃ κελεύει βοᾷν· ʹ, ζʹ. "Ὢ, ὢ, φεύγετε ἀπὸ γῆς βοῤῥᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος. Εἰς Σιὼν ἀνασώζεσθε, 81.1888 οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος." Ταύτας ἔχοντες τὰς ἐπαγγελίας, μὴ μόνον ὑμεῖς οἱ ἤδη ἐπανελθόντες θαῤῥεῖτε, ἀλλὰ καὶ οἱ ἔτι τὴν Βαβυ λῶνα κατὰ γνώμην οἰκοῦντες (ἐπιτραπέντες γὰρ ἐπανελθεῖν, ἀνεβάλεσθε)· εἰς τὴν ὑμετέραν ἐλθεῖν ἐπείγεσθε πατρίδα, ἣν εἰς τὴν προτέραν εὐπρα ξίαν οὐκ εἰς μακρὰν ἐπανάξω. ηʹ, θʹ. "∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύ σαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ ἁπτό μενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. ∆ιότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με." Τοσαύτης γὰρ ἀπολαύσετε παρὰ τοῦ Θεοῦ τῶν ὅλων κηδεμο νίας, ὅτι πάντα τὸν ἡμῖν ἐπὶ τῷ λυπῆσαι πελά ζοντα, τῇ τοῦ ὀφθαλμοῦ κόρῃ πελάζειν ὑπολαμβάνει· οὐκ ἐπειδὴ σῶμα περίκειται, καὶ εἰς μέλη διῄρη ται· ἀσώματος γὰρ καὶ ἀπερίγραφος ὁ τῶν ὅλων Θεός· ἀλλ' ἣν ἔχει διάθεσιν ἀνθρωπίνως παρεδή λωσε. Ταύτην καὶ ὁ μακάριος ∆αβὶδ παρ' αὐτοῦ τὴν κηδεμονίαν αἰτεῖ· "Φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ. Τούτου, φησὶ, χάριν ἅπαντας ἐκεί νους τοὺς ληϊσαμένους ὑμᾶς καὶ σκυλεύσαντας τοῖς ὑπηκόοις αὐτῶν ὑποχειρίους ποιήσω· καὶ ταῦτα πείσονται παρ' ἐκείνων, οἷα περὶ ὑμᾶς διέθηκαν· καὶ δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων τὴν τῶν θείων λογίων ἀλήθειαν. Ταῦτα δὲ τυπικῶς ἐκείνοις συνέβη· ἡ δὲ τῆς προφητείας ἀλήθεια ἐφ' ἡμῶν ἀκριβεστέραν ἔσχε τὴν ἔκβασιν. Τοὺς γὰρ σκυλεύ σαντας ἡμᾶς δαίμονας, καὶ τὴν ἡμετέραν σφετε ρισαμένους διάνοιαν, καὶ ἅπαντα ἡμῶν ἐξανδραπο δίσαντας τὰ μέλη τοῦ σώματος, καταλύσας ὁ ∆εσπότης Χριστὸς ὑποχειρίους τοῖς ἁγίοις αὑτοῦ πεποίηκε δούλοις. Καὶ τοῦτο σαφέστερον διὰ τοῦ θεσπεσίου δεδήλωκεν Ἡσαΐου βοῶν· "Οὓς ἐφοβεῖσθε φοβη θήσονται ἀφ' ὑμῶν· ἄγγελοι ἀποσταλήσονται ἀξιοῦν τες εἰρήνην πικρῶς κλαίοντες· ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί." Οὕτως ἐβόων οἱ δαίμονες· "Ἔα τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ; Ἦλθες, πρὸ καιροῦ βασανίσαι ἡμᾶς." Καὶ πάλιν· "Ὁρ κίζω σε μή με βασανίσῃς." Οὕτως ἡ πυθομάντις ἐν Φιλίπποις ἐβόα· "Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας." Οὕτω καὶ πρὸ τῶν καλλινίκων μαρτύρων μέχρι καὶ τήμερον βοῶσι, καὶ τὴν ἐκεί νων ἄκοντες ἀνακηρύττουσι νίκην, καὶ τὴν οἰκείαν ἀσθένειαν διελέγχουσι. Τούτους τοίνυν τοὺς πάλαι σκυλεύσαντας ἡμᾶς οἷόν τινα σκῦλα τοῖς σκυλευ θεῖσι παρέδωκεν ὁ ὀπίσω δόξης ἀποσταλεὶς, ἵνα τὴν παλαιὰν δόξαν, ἣν ἐξαπατηθεὶς ἀπώλεσεν ὁ γενάρχης Ἀδὰμ, ταύτην ἡ φύσις ἡμῶν ἀνακτήσηται, καὶ 81.1889 γνῶμεν τὸν εὐεργέτην, καὶ Σωτῆρα τῶν ἡμετέρων ψυχῶν, καὶ τὸν ἀποστείλαντα αὐτὸν διὰ φιλανθρω πίαν Πατέρα. Ἀπεστάλη δὲ, οὐχ ὡς Θεὸς, ἀλλ' ὡς ἄνθρωπος· ὡς γὰρ Θεὸς, τοῦ γεγεννηκότος ὁμότιμος. "Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί." Καί· "Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα." Καί· "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Καί· "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πα τέρα." Πέμπεται δὲ ὡς ἄνθρωπος, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν, οὐ τὴν θείαν φύσιν κατασμι κρύνων. "Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, οὐχ ἁρ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών." Ὑπέδειξε τοί νυν ἡμῖν ὁ Προφήτης, οὐ μόνον τὴν δυάδα τῶν προσώπων, ἀλλὰ καὶ τὸ ὁμότιμον τῶν προσώπων. "Τάδε γὰρ λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέ με." Καὶ δεικνὺς τίς ὁ ἀποστεί λας, ἐπάγει·