1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

66

ποιεῖν τολμῶσί τινες. ηʹ. "Ἕνεκεν τούτου, φησὶ, κόψεται καὶ θρηνήσει· πορεύσεται ἀνυπόδητος καὶ γυμνή· ποιήσεται κοπε τὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατέρων Σειρή νων." Ποιήσει δὲ τὴν τοῦ πένθους ὑπερβολὴν ἡ τῆς ὀδύνης ὑπερβολή. θʹ. "Ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς διότι ἦλθεν ἕως Ἰούδα, καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἱερουσαλήμ." ∆ιὰ τούτων προσημαίνει τῶν Ἀσσυρίων τὴν ἔφοδον, Θεγλαθφαλασὰρ, Σαλμανασὰρ, Σενναχηρείμ· οἱ μὲν γὰρ τὰς δέκα φυλὰς ἐξανδρα ποδίσαντες, δορυαλώτους ἀπήγαγον· ὁ δὲ Σενναχη ρεὶμ τὴν Λάχις καὶ τὰς ἄλλας πόλεις τῆς Ἰου δαίας πολιορκήσας ἐπόρθησε· μέχρι δὲ τῶν τῆς Ἱερουσαλὴμ πυλῶν μετὰ Ῥαψάκου πέμψας τῆς στρατιᾶς τὸ πλεῖστον, τῇ πείρᾳ μεμάθηκεν, ὡς οὐδενὸς περιέσται μὴ βουλομένου Θεοῦ. Τὸ δὲ, "Ποιή σεται ὡς κοπετὸν δρακόντων, καὶ πένθος ὡς θυγα τέρων Σειρήνων," εἴρηκεν ἀπὸ τῶν ἐν τοῖς μύθοις περιφερομένων, δεῖξαι τῆς ἀνίας τὴν ὑπερβολὴν βουληθείς. Ἐπειδὴ γὰρ εἰώθασι καὶ μετά τινος μέ λους οἱ πενθοῦντες θρηνεῖν, καὶ δίκην δρακόντων συριττόντων ἐκ τῆς πυρπολουμένης καρδίας ἀνα πέμπειν τὸ πνεῦμα, καὶ μετά τινος βίας τοῦτο προσ φέρειν τε καὶ προΐεσθαι, τέθεικεν ἐκείνας τὰς προ ειρημένας εἰκόνας. Ἐπειδὴ δὲ ἀλγεῖν ἁπάσαις ταῖς 81.1748 τοῦ Ἰσραὴλ φυλαῖς προηγόρευσε, προεώρα δὲ τοὺς ἀλλοφύλους τοῖς τούτων ἐφησθησομένους κακοῖς, πρὸς αὐτοὺς τρέπει τὸν λόγον, καί φησιν· Ιʹ. "Οἱ ἐν Γὲθ, μὴ μεγαλύνεσθε, καὶ οἱ Ἐνακὶμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν κατα πάσσασθε εἰς τὸν καταγέλωτα ὑμῶν." Μὴ μεγα φρονεῖτε, ταῖς τούτων συμφοραῖς ἐφηδόμενοι, ὡς αὐ τοὶ μένοντες ἀκήρατοι· ἀλλ' ἀντὶ τοῦ γέλωτος, ᾧ κατὰ τῶν Ἰσραηλιτῶν κέχρησθε, γῆν καταπαττόμε νοι τὰς οἰκείας ὀλοφύρεσθε συμφοράς. Ἐνακὶμ δὲ οὐχ, ὥς τινες ὑπέλαβον, ἄλλη τις πόλις ἐστὶ παρὰ τὴν Γὲθ, ἀλλὰ τοὺς ἐνοικοῦντας τὴν Γὲθ Ἐνακὶμ ὀνομάζει, ὡς Ἐνὰκ τοῦ γίγαντος ἀπογόνους ὄντας. Καὶ τοῦτο πολλαχόθεν μαθεῖν δυνατὸν παρὰ τῆς θείας Γραφῆς. ιαʹ. "Κατοικούσης καλῶς." Καθελῶ τὰς πό λεις αὐτῆς. Οὐδὲν γὰρ ὑμᾶς ὀνήσει, οὔτε τῶν οἰκο δομημάτων τὸ κάλλος, οὔτε ἡ τῶν χωρίων ἀσφάλεια· ἀλλ' ἀνάστατοι ὑμῶν αἱ πόλεις γενήσονται. "Οὐκ ἐξῆλθε κατοικοῦσα Αἰνὰν, κόψασθε οἶκον ἐχόμε νον αὐτῆς· λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης." Ἐπειδὴ συναλγῆσαι ὑμῖν οὐκ ἠθέλησε, καὶ ταῖς ὑμετέραις σωφρονισθῆναι παιδείαις, κοινωνήσει ὑμῖν ἄκουσα τῆς συμφορᾶς· μία δὲ τῶν γειτονευουσῶν αὐτοῖς πόλεων ἦν ἡ Αἰνάν. ιβʹ. "Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας;" Ἐντεῦθεν πρὸς τὴν Ἱερουσαλὴμ μεταφέρει τὸν λόγον· ἔστι δὲ ἡ σύνταξις τῶν ῥητῶν συμπεπλεγμένη καὶ λίαν ἀσαφής. Χρὴ τοίνυν οὕτω συντάξαντας εὑ ρεῖν τὴν διάνοιαν· "Τίς ἤρξατο εἰς ὀδύνας κατοικούσῃ ἀγαθά;" Τῇ γὰρ εὐθηνουμένῃ, φησὶ, καὶ εἰρήνης ἀπολαυούσῃ, καὶ εὐπραξίας πολλῆς, τίς αἴτιος ἐγέ νετο τῶν συμφορῶν; ∆εῖξαι δὲ βούλεται, ὡς οὐκ ἄν θρωπος αὐτῇ, ἀλλ' αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ἐπάγει τὰς τιμωρίας, ποινὴν πραττόμενος ὧν ἠσέβησε. Τούτου χάριν ἐπάγει· "Ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ." Καὶ δεικνὺς ποῖα ταῦτα, προστέθεικε· ιγʹ. "Ψόφος ἁρμάτων καὶ ἱππευόντων." Ταῦτα καὶ διὰ Ἡσαΐου τοῦ προφήτου σαφῶς ἡμᾶς ἐπαίδευ σεν· "Οὐαὶ Ἀσσυρίοις! ἡ ῥάβδος τοῦ θυμοῦ μου ἐν ταῖς χερσὶν αὐτῶν, τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ ἐν τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομήν." Οὕτω κἀνταῦθα· "Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη παρὰ Κυ ρίου ἐπὶ πύλας Ἱερουσαλὴμ ψόφος ἁρμάτων καὶ ἱππευόντων." Ἐγὼ γὰρ, φησὶ, τῇ ἀγαθῶν ἀπολαύσει παντοδαπῶν τὰς ὀδύνας ἐπήγαγον, τῶν πολεμίων αὐτοῖς ἐπιστήσας τὸ πλῆθος. Καὶ ἐπειδὴ πρὸ τῆς Ἱερουσαλὴμ ἡ Λάχις ἐπορθήθη (τὴν μὲν γὰρ Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, τὴν δὲ Λάχις ὁ Σενναχη ρεὶμ ἐξεπόρθησε), πρὸς αὐτὴν τρέπει τὸν λόγον. "Κατοικοῦσα Λάχις, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστι 81.1749 τῇ θυγατρὶ Σιὼν, ὅτι ἐν σοὶ εὑρέθησαν αἱ ἀσέβειαι τοῦ Ἰσραήλ." Σὺ δὲ, Λάχις, προτέρα δέξῃ τὴν τιμω ρίαν, τῶν δέκα φυλῶν ζηλώσασα τὴν ἀσέβειαν, καὶ εἰς τὴν παρανομίαν τὴν Ἱερουσαλὴμ