1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

73

κεχρημένη τῇ παρ' ἐμοῦ σοι χορ ηγουμένῃ δυνάμει, ἄρδην αὐτοὺς ἅπαντας ἀφανίσεις καὶ παραδώσεις πανωλεθρίᾳ· ἐμοὶ τὴν τούτων ἀνα τιθεῖσα νίκην, καὶ διαῤῥήδην ὁμολογοῦσα, ὡς ἐγώ σοι ταύτης γεγένημαι χορηγός.

ΚΕΦΑΛ. Εʹ. αʹ. Νῦν ἐμφραχθήσεται θυγάτηρ ἐμφραγμῷ· συν οχὴν ἔταξεν ἐφ' ἡμᾶς· ἐν

ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ Ἰσραήλ." Ἐκεῖνοι, φησὶν, οὐ προορῶντες τὸ τέλος, οἷόν τινι φραγμῷ τῇ 81.1768 στρατείᾳ τὴν πόλιν περιβαλοῦσιν, αὔτανδρον αὐτὴν αἱρήσειν ἐλπίζοντες, καὶ πάσῃ παροινίᾳ κατὰ τῶν ἐνοικούντων χρήσεσθαι προσδοκήσαντες. Τοῦτο γὰρ εἶπε, "Ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα," ὡς τῆς τοιαύτης πληγῆς μείζονα τὴν ἀτιμίαν ἐχούσης. Ἀλλὰ μὴ δείσῃς· τεύξῃ γὰρ κηδεμονίας, οὐ διὰ τὴν σὴν εὐνομίαν, ἀλλὰ διὰ τὸν ἐκ σοῦ κατὰ σάρκα τεχθησόμενον βασιλέα. Καὶ τοῦτο σαφῶς διδάσκων ἐπήγαγε· βʹ. "Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος." Μὴ ἀποβλέψῃς, φησὶν, εἰς τὴν βραχύτητα τῶν ἐνοικούντων, ὦ Βηθλεέμ· ἔχεις γὰρ ἀφορμὴν εἰς περιφάνειαν, οἵαν οὐδεμία πόλις τῶν ἐπὶ τῆς γῆς· ἐν σοὶ γὰρ κατὰ σάρκα τεχθήσεται ὁ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθεὶς, "οὗ αἱ ἔξοδοι ἀπ' ἀρχῆς." Τοῦτο δὲ ἀντικρὺς τῷ τοῦ Εὐαγγελίου ἔοικε προοιμίῳ· "Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν." Ἔοικε δὲ καὶ τοῖς διὰ τοῦ μακα ρίου ∆αβὶδ ὑπὸ τοῦ Θεοῦ εἰρημένοις· "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." Οὗτος τοίνυν ὁ προ αιώνιος, ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος, καὶ τὰς ἐκεῖθεν ἐξόδους ἀπ' ἀρχῆς ἔχων, ἐν σοὶ, φησὶ, τὴν κατὰ σάρκα δέξεται γέννησιν, λαμπράν σε ποιῶν καὶ περίβλεπτον, τὴν ἐν ταῖς τοῦ Ἰούδα χι λιάσιν ἐλαττουμένην. Καὶ τοῦτο δὲ οἱ νῦν Ἰουδαῖοι εἰς τὸν Ζοροβάβελ λαβεῖν τετολμήκασι, προφανῶς τῇ ἀληθείᾳ μαχόμενοι. Καὶ οὐκ ἐρυθριῶσιν ἀκούον τες, ὡς αἱ τούτου ἔξοδοι ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· ὁ δὲ Ζοροβάβελ μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ Βαβυλῶνι τεχθεὶς, ἀπὸ τοῦ τόπου καὶ τὴν προσ ηγορίαν ἐδέξατο. Οἱ πάλαι δὲ Ἰουδαῖοι οὐ παραπλη σίως τούτοις τήνδε τὴν προφητείαν ἐνόησαν· ἀλλὰ μετὰ τὸν Ζοροβάβελ καὶ πολὺν ἐτῶν ἀριθμὸν, ἐρω τηθέντες ὑπὸ Ἡρώδου, ποῦ ὁ Χριστὸς γεννᾶται, ταύτην αὐτῷ τὴν μαρτυρίαν προσήνεγκαν. ∆ῆλοι τοίνυν εἰσὶν οἱ νῦν Ἰουδαῖοι κακουργοῦντες περὶ τὴν ἑρμηνείαν. Ἀλλὰ τὴν τούτων ἄνοιαν καταλι πόντες, ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. γʹ. "∆ιὰ τοῦτο δώσεις αὐτοὺς ἕως καιροῦ τικτού σης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ." Μέχρι γὰρ τότε, φησὶ, μακροθυμήσεις, καὶ τῆς σῆς μεταδώσεις Ἰουδαίοις κηδεμονίας, ἕως ἂν ἡ τίκτουσα τέκῃ. ∆η λοῖ δὲ τὴν Ἐκκλησίαν, περὶ ἧς καὶ Ἡσαΐας βοᾷ· "Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόη σον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρή μου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα." Τὰ δὲ ἐκ ταύτης τικτόμενα, φησὶ, τοῖς ἐκ τοῦ Ἰσραὴλ πι στεύουσι συναφθήσεται. Ἐκ γὰρ τοῦ Ἰσραὴλ ὁ θεῖος 81.1769 τῶν ἀποστόλων χορὸς, καὶ οἱ μετ' ἐκείνους ὑπὸ τοῦ Κυρίου ἐκλεγέντες ἑβδομήκοντα μαθηταὶ, καὶ οἱ μετὰ τὴν ἀνάστασιν κατὰ ταυτὸν εὑρεθέντες ἑκατὸν εἴ κοσι, καὶ οἱ πεντακόσιοι, οἷς ὁμοῦ συνηγμένοις ὁ Κύριος ὤφθη, καὶ οἱ τρισχίλιοι, καὶ οἱ πεντακισχί λιοι, οὓς ὁ ἁλιεὺς ἐσαγήνευσε Πέτρος, καὶ αἱ πολ λαὶ μυριάδες, περὶ ὧν ὁ θεσπέσιος Ἰάκωβος ἔφη τῷ θειοτάτῳ Παύλῳ· "Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριά δες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων." Μία τοίνυν, φησὶν, ἐντεῦθεν κἀκεῖθεν Ἐκκλησία γε νήσεται, καὶ ἐν τούτοις ὁ ἐκ Βηθλεὲμ Κύριος στή σεται. δʹ. "Καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὑ τοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὑτῶν ὑπάρξουσι· διότι νῦν μεγα λυνθήσεται ἕως ἄκρου τῆς γῆς." Καὶ ἔστιν ἰδεῖν, καὶ τὴν ἱερὰν τοῦ Θεοῦ Ἐκκλησίαν ἐπὶ τῷ