1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

96

πάντων ὁμοῦ προ αιρούμενος. Ἐπὶ τούτου τήνδε τὴν προφητείαν ὁ θεσπέσιος ἐποιήσατο Σοφονίας· καὶ ὁ θειότατος δὲ Ἱερεμίας ἐν ἔτει τρίτῳ καὶ δεκάτῳ τῆς τούτου βα σιλείας τοῦ προφητεύειν ἤρξατο. Προλέγει δὲ ὁ θαυμάσιος οὗτος προφήτης τὰ συμβησόμενα τῇ τε Ἱερουσαλὴμ, καὶ τῇ Ἰούδα φυλῇ· προαγορεύει δὲ καὶ τοῖς γειτονεύουσιν αὐτοῖς Ἀλλοφύλοις ἀνιαρὰ, καὶ τοῖς Ἀσσυρίοις δὲ προθεσπίζει πανωλεθρίαν. Εἶτα τοῦ λαοῦ τὴν ἀνάκλησιν προμηνύει, καὶ τὴν ἐσομένην πᾶσι τοῖς ἔθνεσι μετὰ τὴν ∆εσποτικὴν ἐν ανθρώπησιν σωτηρίαν. Ἡ μὲν οὖν ὑπόθεσις ἐν κεφαλαίῳ τῆς προφητείας αὕτη· ἄρχεται δὲ τῆς προῤῥήσεως οὕτως·

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ-γʹ. "Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφο νίαν, τὸν τοῦ Χουσὶ, υἱοῦ

Γοδολίου, τοῦ Ἀμαρίου, τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼνβασιλέως Ἰούδα. Ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. Ἐκλιπέτω ἄνθρω 81.1840 πος, καὶ κτήνη· ἐκλειπέτω τὰ πετεινὰ τοῦ οὐρα νοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης." Καὶ δεικνὺς τῆς προφητείας τὸ δίκαιον, ἐπάγει· "Καὶ τὰ σκάν δαλα σὺν τοῖς ἀσεβέσι· καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος." Τῆς γὰρ τῶν ἀνθρώπων ἕνεκα δυσσεβείας τε καὶ παρανομίας, καὶ τὰ διὰ τούτους γεγενημένα, καὶ εἰς τὴν τού των χρείαν πεποιημένα τῶν ἀλόγων γένη καταν αλώσω. Ὥσπερ γὰρ εἰς θεραπείαν αὐτῶν, καὶ πτηνὰ, καὶ νηκτὰ, καὶ κτήνη πεποίηκα· οὕτως σὺν αὐτοῖς καὶ ταῦτα διαφθερῶ. Περιττὴ γὰρ τούτων ἡ χρεία, τῶν ἀπολαυόντων οὐκ ὄντων. Καὶ διδάσκων τίσι χαλεπαίνει, καὶ κατὰ τίνων ὀργίζεται, ἐπι φέρει· δʹ, εʹ. "Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδα, καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ἱερουσαλήμ· καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῶν Βααλεὶμ, καὶ τὰ ὀνόματα τῶν ἱερέων μετὰ τῶν ἱερῶν. Καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ." Ὁ κατάλογος τῶν ἁμαρτη μάτων ἔδειξε τῶν τιμωρημάτων τὸ δίκαιον· φιλαν θρωπίας γὰρ καὶ ἡ τιμωρία μεστή· ἀπαλλαγὴν γὰρ ὑπισχνεῖται τῆς πλάνης, καὶ λήθην οὐ μόνον τῆς τῶν εἰδώλων θεραπείας, ἀλλὰ καὶ αὐτῆς αὐτῶν τῆς προσηγορίας. Στρατιὰν δὲ οὐρανοῦ προσηγόρευσε τῶν κατ' οὐρανὸν φωστήρων τὴν τάξιν· τούτοις γὰρ ἐπὶ τῶν δωμάτων τὰς θυσίας προσέφερον, ἀκρι βέστερον αὐτοὺς ὁρᾷν ἐφιέμενοι. "Καὶ τοὺς ὀμνύον τας κατὰ τοῦ Κυρίου, καὶ τοὺς ὀμνύοντας κατὰ Μελχὼμ· (ʹ.) καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου, καὶ τοὺς μὴ ζητοῦντας τὸν Κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου." Ἴσως ἄν τις ζητήσειε, τίνος χάριν δι' ἑτέρου προφήτου ἐξᾶραι μὲν τὰ Βααλεὶμ ἐκ τοῦ στόματος παρεγγυᾷ, ὀμόσαι δὲ, Ζῇ Κύριος, μετὰ ἀληθείας, παρακελεύεται, ἐν ταῦθα δὲ τιμωρίαν ἀπειλεῖ τοῖς κατὰ τοῦ Κυρίου ὀμνύουσιν. Ἀλλ' αὐτίκα τὴν λύσιν ῥᾴδιον εὑρεῖν. "Τοὺς ὀμνύοντας γὰρ, φησὶ, κατὰ τοῦ Κυρίου, καὶ τοὺς ὀμνύοντας κατὰ Μελχώμ." Εἴδωλον δὲ τοῦτο Ἀμμανιτῶν ἦν, ὥς γε καὶ παρὰ τοῖς ἄλλοις προφήταις εὑρίσκομεν, καὶ ἐν τῇ τρίτῃ τῶν Βασι λειῶν. "Ἐλάτρευσε γὰρ, φησὶ, Σολομὼν τῇ Ἀστάρτῃ βασιλίσσῃ Σιδωνίων, καὶ τῷ Μελχὼμ εἰδώλῳ υἱῶν Ἀμμών." Ἀπειλεῖ τοίνυν κόλασιν τοῖς κατὰ ταυτὸν κατά τε τοῦ ἀληθῶς Θεοῦ καὶ Κυρίου, κατά τε τῶν εἰδώλων ὀμνύουσιν· ὥστε συμβαίνουσιν ἀλλήλαις αἱ προφητεῖαι. Καὶ γὰρ ἐν ἐκείνῃ λέγει· "Ἐὰν ἐξάρῃς τὰ Βααλεὶμ ἐκ τοῦ στόματός σου, καὶ ὀμό σῃς, Ζῇ Κύριος, μετὰ ἀληθείας·" καὶ ἐνταῦθα ὅμως ἐγκαλεῖ τοῖς δουλεύειν μὲν τῷ Θεῷ προσποιου μένοις, τὴν δὲ τῶν εἰδώλων θεραπείαν προαιρουμένοις. Οὕτως ἀπειλήσας τὰ ἀλγεινὰ, κεράννυσι παραι νέσει τὴν ἀπειλὴν, ἵνα μὴ ἀπογνόντες τὴν σωτηρίαν εἰς χαλεπωτέραν ἐξοκείλωσι πονηρίαν. 81.1841 ζʹ. "Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου, ὅτι ἡτοίμασε Κύ ριος τὴν θυσίαν αὑτοῦ, ἡγίασε τοὺς κλητοὺς αὑτοῦ." Θυσίας πολλάκις ὁ προφητικὸς καλεῖ λόγος καὶ τὴν τῶν παρανόμων σφαγήν· καὶ τοῦτο ἔστι μὲν καὶ παρ' ἄλλοις προφήταις εὑρεῖν, ἔστι δὲ καὶ παρὰ τῷ θεσπεσίῳ Ἰεζεκιήλ.