1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

85

σε πλείστης μεταμεληθεῖσαν ἠξίωσε, τῇ γοητείᾳ σαυτὴν ἀνατέθεικας, καὶ δι' ἐκείνης ἅπαντα διετέλεσας δρῶσα. "Ἡ πωλοῦσα τὰ ἔθνη ἐν τῇ πορνείᾳ αὑτῆς, καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὑ τῆς." Τῇ οἰκείᾳ δὲ ἀσεβείᾳ μὴ ἀρκουμένη, καὶ τοὺς ὑπηκόους ἠνάγκαζες ταυτὰ σοὶ φρονεῖν. Τούτου χά ριν, εʹ, ʹ. "Ἐγὼ τῶν ὅλων ὁ Κύριος ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου, καὶ βασιλείαις τὴν ἀτιμίαν σου. Καὶ ἐπιῤῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρ σίας σου." Τὸ, "Ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου," ἐκ μεταφορᾶς εἴρηται τῶν εἰς ὕβριν μείζονα ἀποδυομένων οἰκετῶν καὶ μαστιγου μένων. Λέγει δὲ, ὅτι ∆ήλην ἅπασι διὰ τῆς τιμωρίας τὴν παρανομίαν σου καταστήσω, καὶ βασιλεῦσι, καὶ ἔθνεσιν, ἵνα καὶ τοῖς ἄλλοις ὠφελείας γένῃ παράδει γμα. Τοῦτο γὰρ ἐπήγαγε· "Καὶ θήσομαί σε παράδειγμα. (ζʹ.) Καὶ ἔσται, πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ, καὶ ἐρεῖ· ∆ει λαία Νινευῒ, τίς στενάξει ἐπ' αὐτῇ; πόθεν ζητήσω παράκλησιν αὐτῇ." Τοσαύτῃ γὰρ ἐρημίᾳ σε παρα δώσω, ὡς τοὺς πρόσθεν δυσχεραίνοντας τὴν δυνα στείαν, εἰς ἔλεον ἐπικαμφθῆναι. Τοῦτο γὰρ εἶπε· "Καταβήσεται ἀπὸ σοῦ," καὶ θρήνου τρόπον ἐπι ζητήσει τῆς ἐρημίας ἄξιον. ηʹ. "Ἅρμοσαι χορδὴν, ἑτοίμασαι, μερὶς Ἀμμὼν, ἡ κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ αὐτῆς θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐ τῆς." Τῇ Αἰγύπτῳ ταῦτα παρακελεύεται δεινὰ καὶ ἀλγεινὰ παρὰ Ἀσσυρίων παθούσῃ. Καὶ τοῦτο ἀπὸ τῶν ἄλλων μεμαθήκαμεν προφητῶν, οἳ τοῖς Ἰσραη λίταις προηγόρευσαν, ὡς οὐδὲ φυγόντες εἰς τὴν Αἴ γυπτον σωτηρίας τεύξονται, ἀλλ' ἐκεῖ καταληφθέντες ὑπὸ τῶν πολεμίων θανάτῳ παραδοθήσονται. Ὥσπερ τοίνυν ἐν τοῖς ἔμπροσθεν εἰρημένοις τῷ Ἰούδᾳ παρακε λεύεται ἑορτάζειν, ἅτε δὴ τῆς Νινευϊτῶν καταλυθείσης βασιλείας· οὕτω δὴ καὶ ἐνταῦθα τῇ Αἰγύπτῳ χορεύειν παρακελεύεται. Μερίδα δὲ Ἀμμὼν, ὡς οἶμαι, αὐτὴν καλεῖ, ὡς Ἀμμῶνι ἀνακειμένην τῷ δαίμονι. Οὗτος γὰρ ἦν ἐπίσημος πάλαι, ὡς καὶ πολλοὺς ἀπὸ τῆς Ἑλλάδος χρησμῶν χάριν ἐκεῖσε ἀπαίρειν. Φασὶ δὲ καὶ Ἀλέξανδρον, τὸν τῶν Μακεδόνων βασιλεύσαντα πρῶτον, οἱ τὰ ἐκείνου συγγεγραφότες, πρὸς ἐκεῖ νον δραμεῖν, καὶ χρησμοὺς ἐκεῖθεν λαβεῖν. Ἐπειδὴ 81.1805 τοίνυν ταύτης κατεχούσης τῆς ἐξαπάτης, ἤρτητο τοῦ δαίμονος τούτου διαφερόντως ἡ Αἴγυπτος, μερίδα αὐ τὴν Ἀμμὼν ὀνομάζει, καὶ παρακελεύεται αὐτῇ χορεύειν, ὡς τῆς Νινευῒ τὸν ὄλεθρον δεξαμένης. Ποταμοὺς δὲ κύκλῳ αὐτῆς τὰς διόρυγας λέγει. Εἶτα τοὺς ἐπικούρους ἀπαριθμεῖται, τοὺς Αἰθίοπας, τοὺς Λίβυας, καὶ τοὺς ἑσπερίους Λίβυας τοὺς νῦν Ἀφροὺς καλουμένους· Φοὺδ γὰρ τούτους ἐκάλεσεν. Ἀλλ' ὅμως καὶ τοσούτους ἔχουσα συμμάχους, καὶ ὑπὸ θαλάσσης καὶ ποταμῶν κυκλουμένη, οὐδὲ αὕτη, φησὶν, ἀπείρατος μενεῖ κακῶν, ἀλλ' εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος. "Καὶ τὰ νήπια αὐτῆς ἐδα φιοῦσιν ἐπ' ἀρχαῖς ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντες οἱ μεγι στᾶνες αὐτῆς δεθήσονται χειροπέδαις." Ταῦτα δὲ καὶ Ναβουχοδονόσορ εἰς αὐτὴν εἰργάσατο, καὶ Καμ βύσης ὕστερον ὁ Κύρου, τὴν βασιλείαν αὐτῆς κατα λύσας, ὑπὸ τὴν αὐτοῦ δυναστείαν τελεῖν κατηνάγ κασε· καὶ Ἀλέξανδρος δὲ μετὰ πολλὰς γενεὰς ὑπὸ τὴν Μακεδονικὴν αὐτὴν ἐποίησε βασιλείαν. Ταῦτα περὶ τῆς Αἰγύπτου προθεσπίσας, πάλιν πρὸς τὴν Νινευῒ μεταφέρει τὸν λόγον. ιαʹ. "Καὶ σὺ μεθυσθήσῃ, καὶ ἔσῃ παρεωραμένη, καὶ σὺ ζητήσεις ἑαυτῇ στάσιν ἐξ ἐχθρῶν σου." Καθάπερ γάρ τινι μέθῃ παραδοθήσῃ τῇ συμφορᾷ, καὶ τῇδε κἀκεῖσε διαθέουσα, ἀπαλλαγήν τινα τῶν κατεχόντων ζητήσεις δεινῶν, καὶ οὐχ εὑρήσεις. Πα ραπλησίως δὲ σοὶ καὶ αἱ ὀχυραί σου πόλεις παραδο θήσονται τοῖς πολεμίοις. Τοῦτο γὰρ διὰ τῆς εἰκόνος ἐδήλωσε. ιβʹ. "Πάντα τὰ ὀχυρώματά σου ὡς συκαῖ σκο ποὺς ἔχουσαι, ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἐσθίοντος." ∆ίκην, φησὶ, συκῶν ὑπ' ἀνέμου σαλευομένων, καὶ τὰ πρώϊμα σῦκα ῥᾳδίως ἀποβαλ λουσῶν, γυμνωθήσῃ τῶν οἰκητόρων· καὶ οἱ γενναῖοι δέ σου στρατιῶται οὐδὲν διοίσουσι γυναικῶν, δειλίᾳ κατεχόμενοι· ἀνοιχθήσονται δέ σου αἱ πύλαι ῥᾳδίως, τοῦ πυρὸς τοὺς μοχλοὺς