1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

31

βιαζόμενοι. Πλατύτερον δὲ τὴν συμφορὰν διηγούμενος, ὥστε δι 81.1640 εγεῖραι εἰς μεταμέλειαν τοὺς ἀναλγησίαν νοσοῦντας, καὶ αὐτὰ τὰ κτήματα κελεύει θρηνεῖν, ὡς τῶν τε κριθῶν καὶ τῶν πυρῶν ἐπιλειπόντων, καὶ τῆς ἀμ πέλου διαυανθείσης· καὶ ἁπαξαπλῶς καὶ ἐλαιῶν, καὶ συκῶν, καὶ τῶν ἄλλων ἀκροδρύων καρπὸν οὐδένα φερόντων, διὰ τὸ πάσης τῆς ἐν αὐτοῖς στερηθῆναι νοτίδος. Ἰστέον δὲ, ὅτι τῇ γῇ καὶ τοῖς κτήμασιν, οὐχ ὡς λογικοῖς θρηνεῖν παρακελεύεται, ἀλλὰ διὰ τῶν ἀψύχων τοὺς λόγῳ τετιμημένους διεγεῖραι πειρώμε νος· καὶ τοῦτο διδάσκων ἐπήγαγεν· "Ὅτι κατῄσχυ ναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων." Ταύτης γὰρ, φησὶ, τῆς ἀκαρπίας αἰτία ἡ τῶν ἀνθρώπων παρα νομία· δι' ἐκείνην γὰρ πέπαυται τὰ τῆς εὐφροσύνης, τὰ δὲ τῆς ἀθυμίας εἰσενήνεκται. ∆ιὸ, φησὶ, καὶ ὑμεῖς οἱ ἱερεῖς, τὸ πένθιμον ἀναλάβετε σχῆμα, καὶ μὴ μό νον παρὰ τὸ θυσιαστήριον ὀλοφύρεσθε, ἀλλὰ καὶ καθ εύδοντες σάκκον ἑαυτοῖς ὑποστρώσατε, ὅτι τοσαύτη σπάνις τῶν ἀναγκαίων ἐγένετο, ὡς μηδὲ τὰς συν ήθεις ἐπιτελεῖσθαι θυσίας. ιδʹ. "Ἁγιάσατε τοίνυν νηστείαν, κηρύξατε θερα πείαν, συναγάγετε πρεσβυτέρους·" μᾶλλον δὲ μὴ τούτους μόνον, ἀλλὰ καὶ "πάντας τοὺς κατοικοῦν τας τὴν γῆν εἰς οἶκον Θεοῦ ὑμῶν." Συναθροισθέν τες δὲ κεκράξατε, λέγοντες· ιεʹ. "Οἴμοι, οἴμοι, εἰς ἡμέραν!" ∆ιδασκόμεθα δὲ σαφῶς ἐκ τῶν εἰρημένων, ὡς ἡ νηστεία τῶν κα κῶς τὰς ψυχὰς διακειμένων ἀλεξίκακον γίνεται φάρ μακον, θεραπεύειν τὰ τῆς ἁμαρτίας πάθη δυνά μενον· διὸ καὶ τῇ νηστείᾳ τὴν θεραπείαν προστέ θεικεν. "Ἁγιάσατε γὰρ, φησὶ, νηστείαν, κηρύξατε θεραπείαν." Τὸ δὲ, ἁγιάσατε, ἀντὶ τοῦ, ἀφορίσατε, τέθεικεν. Εἰς τοῦτο γὰρ, φησὶν, ἑαυτοὺς ἀφορίσατε, ἁγίως καὶ καθαρῶς τὴν νηστείαν μετέλθετε· νη στεύοντες δὲ βοᾶτε· "Οἴμοι, οἴμοι, εἰς ἡμέραν!" ἀντὶ τοῦ, διὰ τὴν προσδοκωμένην τῶν κακῶν ἡμέ ραν. "Ὅτι ἐγγὺς ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει. (ιʹ.) Ὅτι κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξηράνθη, καὶ ἐξ οἴκου Θεοῦ ἡμῶν εὐφροσύνη καὶ χαρά." Ἐπάλληλα, φησὶν, ὄψεσθε τὰ κακὰ, καὶ τούτοις ἐκεῖνα προστιθέ μενα· τοῦτο γὰρ ἐκάλεσε "ταλαιπωρίαν ἐπὶ ταλαι πωρίαν." ιζʹ. "Ἐσκίρτησαν δαμάλεις ἐν ταῖς φάτναις αὑ τῶν, ηὐρωτίασε σιτοδοχεῖα ἀπὸ τῶν χρισμάτων αὑ τῶν." Σκιρτήσειν ἔφη τὰς δαμάλεις, οὐ διὰ κόρον τοῦτο ποιούσας, ἀλλ' ὑπὸ λιμοῦ φθειρομένας, καὶ ἐπὶ τοῦ ἐδάφους ἐῤῥιμμένας, καὶ τοὺς πόδας τῇ γῇ προσαρασσούσας. Τὰ δὲ τοῦ σίτου, φησὶ, δοχεῖα εὐρῶτα ὑπέμεινεν, ὡς πλεῖστον χρόνον μὴ δεξάμενα σῖτον. Ἀλλὰ καὶ ληνοὶ, φησὶν, ὡς περιτταὶ κατ εσκάφησαν, καὶ εἴ τι ἕτερον ἦν ταῖς τοιαύταις ἀπονενεμημένον χρείαις, οἷα δὴ περιττὸν, μεμένη κεν ἀτημέλητον, ὡς τῶν ἐν αὐτοῖς ἐμβαλλομένων οὐκ ὄντων. Μυκᾶται δὲ καὶ τὰ βουκόλια, τὴν τῶν 81.1641 ὀδυρομένων ἐπιδεικνύμενα φωνὴν, ἐπειδὴ τῆς συν ήθους οὐκ ἀπολαύει τροφῆς· ταὐτὰ δὲ ποιεῖ ταῖς βουσὶ καὶ τῶν προβάτων τὰ ποίμνια. Ἀλλὰ τούτων οὕτω δρωμένων, Ἐγὼ, φησὶν ὁ προφήτης, ιθʹ. "Πρὸς σὲ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ." Τῶν γὰρ ἐπικειμένων κακῶν τὴν λύσιν παρὰ σοῦ μόνου πορίσασθαι δυνατόν. Πῦρ δὲ καὶ τοὺς πολεμίους νοῆσαι δυνατὸν, πυρὸς δίκην πᾶσαν τὴν χώραν ἐκείνην δῃώσαντας· καὶ μέντοι καὶ τὴν ἀκρίδα, καὶ τὴν ἐρισύβην, καὶ τὰ τούτοις συνημμένα· οὐδὲν γὰρ ἧττον οὐδὲ ταῦτα πέφυκε τοὺς ἀπὸ γῆς διαφθεί ρειν καρπούς. Ὡραῖα δὲ ἐρήμου καλεῖ τὰ πάλαι μὲν ὡραῖα, νῦν δὲ ἔρημα γεγενημένα διὰ τὰ συμβεβηκότα κακά. Καὶ γὰρ μετὰ βραχέα λέγει, ὅτι "Τὰ ἔμ προσθεν αὐτοῦ, ὡς παράδεισος τρυφῆς, καὶ τὰ ὀπίσω αὐτοῦ, ὡς πεδίον ἀφανισμοῦ." Ἐπειδὴ δὲ, φησὶ, ἡμεῖς ἀνάξιοι τῆς παρὰ σοῦ φιλανθρωπίας τυχεῖν, φειδοῦς τινος ἀπολαυσάτω τὰ κτήνη μυκώ μενα καὶ βληχώμενα, "Ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων." Τὸ δὲ, "Ἀνέβλεψαν πρὸς σὲ," οὐχ ὡς περὶ λογικῶν εἴρηκεν, ἀλλ' εἰς ἔλεον ἑλκῦσαι τὸν ∆εσπότην βουλόμενος, οὕτως ἐκάλεσε τὸν ἀπὸ τῆς ἐνδείας γινόμενον μυκηθμόν.